α'. ΠΕΡΙ ΥΠΕΡΒΟΛΗΣ. Ὑπερβολή ἐστι φράσις ὑπεραίρουσα τὴν ἀλήθειαν αὐξήσεως ἢ μειώσεως χάριν· αὐξήσεως μέν, οἷον ἠχὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ αἰθέρα καὶ Διὸς αὐγάς· καὶ λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι· καὶ μελάντερον ἠΰτε πίσσα. καὶ κούρην δ᾽ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο, οὐδ᾽ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι· καὶ τὰ ἑξῆς. μειώσεως δέ, οἷον Δίφιλός φησιν ἐπὶ αἰσχρᾶς γυναικός, ἣν ὁ πατὴρ ἐφίλησεν οὐδὲ πώποτε· παρ᾽ ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει, μέλαινα δ᾽ οὕτως, ὥστε καὶ ποιεῖν σκότος. β'. ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ. Ἔμφασίς ἐστι λέξις δι᾽ ὑπονοίας αὐξάνουσα τὸ δηλούμενον, οἷον αὐτὰρ ὅτ᾽ εἰς ἵππον κατεβαίνομεν· ἐν γὰρ τῷ κατεβαίνομεν δηλοῦται τὸ μέγεθος τοῦ ἵππου· καὶ πάλιν ἱππόθεν ἐκχυμένοι. τὴν γὰρ ἀθρόαν ὁρμὴν τοῦ πλήθους διὰ μιᾶς ἐσήμανε λέξεως. γ'. ΠΕΡΙ ΕΝΕΡΓΕΙΑΣ. Ἐνέργειά ἐστι φράσις ὑπ᾽ ὄψιν ἄγουσα τὸ νοούμενον, οἷον μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν· ἔχονται δὲ τῆς ἐνεργείας καὶ αἱ τοῦ Ὁμήρου παραβολαί. δ'. ΠΕΡΙ ΠΑΡΑΣΙΩΠΗΣΕΩΣ. Παρασιώπησίς ἐστι λόγος, ἐν ᾧ δύο ὀφειλόντων πραγμάτων κατὰ τὸ πλῆρες λέγεσθαι, τοῦ μὲν ἑνός ἐστιν ἐπαγγελία, τοῦ δ᾽ ἑτέρου παρασιώπησις κατὰ τὸ ἀνάλογον νοουμένη, οἷον αὐτὰρ ὁ Διογενὴς δόρυ μὲν λίπεν. ὡς μὲν γὰρ ἔθηκεν, εἶπεν, ὡς δὲ ἀνέλαβεν, οὔ.