ι'. ΠΕΡΙ ΑΝΑΣΤΡΟΦΗΣ. Ἀναστροφή ἐστι λέξις, ἣν ἐχρῆν προηγεῖσθαι, δευτέραν ἔχουσα τάξιν· γίνεται δὲ ἤτοι ὀνόματος ἢ προθέσεως ἢ ἐπιρρήματος μετακίνησις. ἐπὶ ὀνόματος μέν, οἷον οὕνεκα τὸν Χρύσην ἠτίμησ’ ἀρητῆρα Ἀτρείδης. τὸ γὰρ ἑξῆς, τὸν ἀρητῆρα Χρύσην, ἐπὶ δὲ προθέσεως, οἷον ᾧ ἔπι πόλλ᾽ ἐμόγησα. ἀντὶ τοῦ ἐφ᾽ ᾧ. καὶ Ἰθάκῃ ἔνι ἀντὶ τοῦ ἐν Ἰθάκῃ. ἐπὶ δὲ ἐπιρρήματος, οἷον ὄρνιθες ὥς, βόες ὥς. ια'. ΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ. Ὑπερβατόν ἐστι λέξις μετακεκινημένη ἀπὸ τῆς ἰδίας τάξεως· γίνεται δὲ ὑπερβατὸν ἐν εἴδεσι δυσίν· ἢ γὰρ ἐν λόγῳ, ἢ ἐν λέξει· ἐν λέξει μέν, οἷον κατὰ ταῦρον ἐδηδὼς ἀντὶ τοῦ κατεδηδώς· ἐν λόγῳ δέ, οἷον ὣς ἔφατ᾽. Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν μῦθον ἀγασσαμένοι Διομήδεος ἱπποδάμοιο. διαφέρει δὲ τῆς ἀναστροφῆς, ὅτι ἡ μὲν τὰ τελευταῖα τοῖς πρώτοις συνάπτει, τὸ δὲ τὰ τελευταῖα ἐπὶ τὰ πρῶτα ἀνάγει. ιβ'. ΠΕΡΙ ΠΛΕΟΝΑΣΜΟΥ. Πλεονασμός ἐστι λέξις ἢ καθάπαξ ἢ μέρεσί τισι πλεονάζουσα, εἴδη δέ εἰσι τοῦ πλεονασμοῦ τρία, παράγωγον, ἔκτασις, παραπλήρωμα. παράγωγον μὲν οὖν ἐστι λέξις ἐν αὐτῇ τὸ πλεονάζον ἔχουσα, οἷον κελαινεφὲς αἷμα· οὐ γὰρ ἔγκειται τὸ νέφος. ὁμοίως καὶ τὸ χθονὸς εὐρυοδειης παρῆκται· οὐ γὰρ ἔγκειται ἡ ὁδός. ἔκτασις δέ ἐστι λέξις ἐκτεινομένη παρὰ τὸ σύνηθες, οἷον καλῆσι, θέλησι, δῶσι. παραπλήρωμα δέ ἐστι λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἷον Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν· ὁ γὰρ καὶ σύνδεσμος ἐνθάδε πλεονάζει· καὶ ἀρχούς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας, πλεονάζει ἡ πρό. ιγ'. ΠΕΡΙ ΕΛΛΕΙΨΕΩΣ. Ἔλλειψίς ἐστι λέξις οὐ κατὰ τὸ πλῆρες ἐξενηνεγμένη, γίνεται δὲ κατ᾽ ἀρχήν, κατὰ μέσον, κατὰ τέλος, οἷον ἀφαίρεσις, συγκοπὴ καὶ ἀποκοπή. κατ᾽ ἀρχὴν μέν, οἷον λείβειν εἴβειν, κατὰ μέσον, οἷον μονώνυχας μώνυχας, κατὰ δὲ τὸ τέλος, δῶμα δῶ. Τρόποι μὲν οὖν οὗτοι τῆς γραμματικῆς τὴν κοινὴν συνήθειαν παραβαίνοντες, λοιποὶ δὲ τῆς φράσεώς εἰσιν κζ´, ὑπερβολή, ἔμφασις, ἐνέργεια, παρασιώπησις, ὁμοίωσις, εἰκών, παράδειγμα, παραβολή, χαρακτηρισμός, εἰκασμός, συντομία, βραχύτης, σύλληψις, ἐπανάληψις, προαναφώνησις, παρέκβασις, ἀμφιβολία, ἀντίφρασις, μετατύπωσις, ἀντονομασία, εἰρωνεία, σαρκασμός, ἀστεϊσμός, μυκτηρισμός, χαριεντισμός, ἐπικερτόμησις, παροιμία.