λε΄. Ἐνθύμημα μὲν οὖν ἐστὶ τὸ τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα, προσαγόμενον τῷ ζητήματι ἐν μιᾷ περιόδῳ, οἷον ὥσπερ οὖν διὰ τούτων ἤρθη μέγας, ἡνίκα ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς ᾤοντό τι πράξειν· οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων καθαιρεθῆναι πάλιν, ἐπεὶ πάνθʼ ἕνεκα ἑαυτοῦ ποιῶν ἐξελήλεγκται. λϚ΄. Γνώμη δέ ἐστι κοινόν τι πρᾶγμα ὅπως δέον γάνεσθαι 459 ἀποφαινόμενον, οἷον πέρας μὲν ἅποσιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὐτὸν καθείρξας τηρῇ. δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασι τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους μένους ἐλπίδα, φέρειν δʼ ὅ τι ἂν ὁ θεὸς διδῷ γενναίως.