<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0606.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="3"><div type="textpart" subtype="section" n="31"><p>λα΄. Παραβολὴ δέ ἐστιν ὄντος καὶ γινομένου πράγματος ἀπομνημόνευσις πρὸς
                            ὁμοίωσιν τοῦ ζητουμένου· ὥσπερ γὰρ οἰκίας, οἶμαι, καὶ πλοίου, καὶ τῶν
                            ἄλλων <lb n="25"/> τῶν τοιούτων τὰ κάτωθεν ἰσχυρότερα εἶναι δεῖ, οὕτω
                            καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας.</p></div><div type="textpart" subtype="section" n="32"><p>λβ΄. Τὸ δὲ καθʼ ὑπόθεσιν οὔτε γεγενημένου οὔτε γινομένου πράγματος
                            δήλωσις, ἀλλʼ ὑποτιθεμένου τοῦ <lb n="30"/> ῥήτορος εἰ τὸ καὶ τὸ
                            γένηται, τί ἂν συμβαίη, οἷον φέρε, ἂν δὲ δὴ πέμψας πρὸς ἡμὰς Λεύκων
                            ἐρωτᾷ τί ἔχοντες <pb n="469"/> ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν
                            αὐτὸν ἀφῃρήμεθα,  τί πρὸς θεῶν ἐροῦμεν.</p></div></div></div></body></text></TEI>