κθ΄. Τὰ δὲ ἐκ τῶν παραδειγμάτων λαμβανόμενα θεωρεῖται ἀπὸ τριῶν χρόνων. ἢ γὰρ γεγενημένου τοῦ πράγματος μνημονεύομεν, καὶ τοῦτο καλεῖται παράδειγμα. ἢ γινομένου καὶ συμβαίνοντος, καὶ τοῦτο καλεῖται παραβολή ἢ οὔτε γεγενημένου οὔτε γινομένου, ἀλλʼ 457 ὑποτιθεμένου τοῦ ῥήτορος εἰ τὸ καὶ τὸ γένηται, τί ἄν συμβαίη, καὶ καλεῖται καθʼ ὑπόθεσιν.