κθ΄. Τὰ δὲ ἐκ τῶν παραδειγμάτων λαμβανόμενα θεωρεῖται ἀπὸ τριῶν χρόνων. ἢ γὰρ γεγενημένου τοῦ πράγματος μνημονεύομεν, καὶ τοῦτο καλεῖται παράδειγμα. ἢ γινομένου καὶ συμβαίνοντος, καὶ τοῦτο καλεῖται παραβολή ἢ οὔτε γεγενημένου οὔτε γινομένου, ἀλλʼ 457 ὑποτιθεμένου τοῦ ῥήτορος εἰ τὸ καὶ τὸ γένηται, τί ἄν συμβαίη, καὶ καλεῖται καθʼ ὑπόθεσιν. λ΄. Παράδειγμα μὲν οὖν ἐστὶ γεγενημένου πράγματος ἀπομνημόνευσις πρὸς ὁμοίωσιν τοῦ ζητουμένου, οἷον ἐκεῖνοι τοίνυν οἷς οὐκ ἐχαρίζονθʼ οἱλέγοντες, οὐδʼ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω δὲ ἢ μύρια τάλαντα εἰς τὴν ἀκρόπολιν ἀνήγαγον· καὶ τὰ ἑξῆς.