κζ΄. Τὰ μὲν οὖν ἐκ προσώπων λαμβανόμενα θεωρεῖται ἀπὸ τούτων ἀφʼ ὧν καὶ τὰ ἐγκώμια, γένους, φύσεως, ἀγωγῆς, τύχης, ἐπιτηδευμάτων, πράξεων, διαθέσεων. κη΄. Τὰ δὲ ἐκ τῶν πραγμάτων ἀπὸ οὐσίας καὶ ἰδιότητος. οὐσία δὲ τὸ κοινῶς καὶ γενικῶς θεωρούμενον, οἷον 456 τί φόνος; τί ἱεροσυλία; τί μοιχεία; οὐσία δὲ καὶ τὰ θετικά, οἷον τί φύσει καλόν; ἡ εἰρήνη· τί φύσει φαῦλον; ὁ πόλεμος. ἰδιότης δὲ ὅταν τὸ ἴδιον τοῦ ὑποκειμένου πράγματος θεωρῶμεν, ἐκ μὲν τοῦ κατηγόρου, κατὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἐκ δὲ τοῦ φεύγοντος, κατὰ τὰς εὐλόγους αἰτίας. συνεστᾶσι δὲ αἱ ὑποθέσεις ἐξ αἰτίου καὶ συνέχοντος καὶ κρινομιένου. αἴτιον μὲν οὖν διʼ ὃ ἡ κατηγορία, συνέχον δὲ διʼ ὃ ἡ ἀπολογία, τὸ δὲ κρινόμενον τοῖς δικασταῖς καταλείπεται.