θʹ. Ἀπὸ δὲ πραγμάτων λαμβάνεται τὰ προοίμια, προαγγελίᾳ, συγκρίσει, μερισμῷ, ἐφόδῳ, χρόνῳ, αἰτίᾳ, γνώμῃ. ι΄. Προαγγελία μὲν οὖν ἐστὶ δήλωσις κεφαλαιώδης περὶ ὧν λέγειν μέλλομεν οἷον ἀλλʼ εἴπερ ἄρα ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, περὶ τοῦ Χερρόννησον ἔχειν ἡμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου μοι ἔστιν ἅποσα ἡ σπουδή.