ε΄. Λαμβάνεται δὲ τὰ προοίμια ἀπὸ προσώπου, ἤτοι τοῦ ἰδίου, ὅταν ἑαυτοὺς συνιστῶμεν, οἷον πρῶτον μέν, 449 Ἀθηναῖοι, θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι καὶ παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα. ἢ ἀπὸ τῶν ἀντιδίκων τὰ προοίμια λαμβάνεται, ὅταν αὐτούς διαβάλλωμεν, οἷον τὴν μὲν ἀσέλγειαν, ὧ Ἀθηναῖοι, καὶ τὴν ὕβριν πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι. στ΄. Ἔστι δὲ προοίμια λαβεῖν καὶ ἀπὸ τῶν δικαστῶν, ὅταν αὐτοὺς προσάγωμεν τῷ πράγματι, οἷον εἰδότες ὑμὰς, ὦ Ἀθηναῖοι, καὶ τοῖς ἀδικουμένοις προθύμως βοηθεῖν εἰθισμένους, καὶ τοῖς εὐεργέταις μεγίστην χάριν ἀποδιδόντας, ἥκομεν ἱκετεύσοντες μὴ περιιδεῖν ἡμᾶς ὑπὸ Θηβαίων ἀναστάτους γεγενημένους.