ιγ΄. Ἔφοδος δʼ ἔστιν εὔλογος αἰτία διηγήσεως, οἷον 452 βούλομαι δʼ ἕκαστα ὧν πέπονθα ἐπιδείξας καὶ περὶ τῶν πληγῶν εἰπεῖν, ἃς τὸ τελευταῖον προσέτεινέ μοι· οὐδὲν γάρ ἐστιν ἐφʼ ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φανήσεται.