ια΄. Σύγκρισις δέ ἐστι προσώπων ἢ πραγμάτων ἐξέτασις· 451 προσώπων μὲν οὖν οὕτως ἔδει μέν, ὦ Ἀθηναῖοι, τοὺς λέγοντας ἅπαντας μήτε πρὸς ἔχθραν ποιεῖσθαι τοὺς λόγους μηδένα, μήτε πρὸς χάριν, ἀλλʼ ὃ βέλτιστον ἕκαστος ἡγεῖτο, τοῦτο ἀποφαίνεσθαι· πραγμάτων δὲ οὕτως· ἀντὶ πολλῶν, ὦ Ἀθηναῖοι συγκρίνει γὰρ συμφέρον καὶ χρήματα.