ια΄. Σύγκρισις δέ ἐστι προσώπων ἢ πραγμάτων ἐξέτασις· 451 προσώπων μὲν οὖν οὕτως ἔδει μέν, ὦ Ἀθηναῖοι, τοὺς λέγοντας ἅπαντας μήτε πρὸς ἔχθραν ποιεῖσθαι τοὺς λόγους μηδένα, μήτε πρὸς χάριν, ἀλλʼ ὃ βέλτιστον ἕκαστος ἡγεῖτο, τοῦτο ἀποφαίνεσθαι· πραγμάτων δὲ οὕτως· ἀντὶ πολλῶν, ὦ Ἀθηναῖοι συγκρίνει γὰρ συμφέρον καὶ χρήματα. ιβ΄. Μερισμὸς δʼ εἰς μέρη τῆς δικαιολογίας περιγραφή, οἷον ἐξελέγξω, πρῶτον μὲν ὡς αὐτὸς ὑβρίσθην, ἔπειτα ὑμεῖς ὅσα ἠδίκησθε, μετὰ ταῦτα δὲ καὶ τὸν ἄλλον αὐτοῦ βίον ἐξετάσω καὶ δείξω πολλῶν θανάτων, οὐχ ἑνός, ὄντα ἄξιον.