θ΄. ΠΕΡΙ ΠΡΟΣΔΙΑΣΑΦΗΣΕΩΣ. Προσδιασάφησίς ἐστιν, ὅταν ἓν ὄνομα ἐπενεχθῇ πε- πληρωμένῳ λόγῳ, προσδιασαφοῦν πλέον τι, ὡς ἔχει τὸ Ὁμηρικόν, ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ· τὸ γὰρ θυμῷ ἐπηνέχθη πλήρει τῷ λόγῳ προσδιασα- φοῦν, ὅτι ψυχή ἐστι, περὶ ἣν τὸ τοῦ ἀρέσκειν πάθος γί- νεται· καὶ εἴ τις ἐν πολλῷ λόγῳ λέγοι, ταῦτα ἐννοήσας τῇ ψυχῇ. ι΄. ΠΕΡΙ ΠΕΡΙΦΡΑΣΕΩΣ. Ἡ δὲ περίφρασις ἴδιόν μοι δοκεῖ σχῆμα εἶναι τῆς ποιήσεως· πολλὰ γὰρ τὰ περιπεφραγμένα παρʼ ἐκείνοις, οἷον βίη Ἡρακληείη καὶ μένος Ἀλκινόοιο· οὐ μὴν ἀλλὰ τὸ σχῆμά ἐστι τοῦτο εὑρεῖν καὶ παρὰ Δημο- σθένει, ἀλλʼ ἁπλῶς οὕτως ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως τῆς Μειδίου, γέγονε δὲ ὁ λόγος καὶ ὑψηλότερος καὶ πλείονα ἔμφασιν ἔχων κατὰ τὴν περίφρασιν, ἢ εἰ οὕτω ῥηθείη, ἠτίμωται ὑπὸ Μει- δίου. καὶ ὡς τὰ Ξενοφῶντος ἔχει, ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, ἀντὶ τοῦ ἐνενοήσαμεν, καὶ ὡς τὸ παρὰ Θου- κυδίδῃ, οὐ περὶ ὧν ἐδιδάσκομεν ἑκάστοτε τὴν μάθησιν ἐποιεῖσθε ἀντὶ τοῦ ἐμανθάνετε· πολὺ δὲ τὸ σχῆμα παρὰ τῷ ἀνδρὶ τούτῳ. ια΄. ΠΕΡΙ ΠΛΕΟΝΑΣΜΟΥ. Πλεονασμὸς δέ ἐστιν, ὅταν ᾖ τῷ λόγῳ προσκείμε- νον μόριον ἐκ τοῦ περιττοῦ κόσμου χάριν ἢ ἐμφάσεως, οὗ ἀφαιρεθέντος οὐδὲν ἡ διάνοια βλάπτεται, ὡς ἔχει τὸ τοιοῦτον, κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο· ἐνταῦθα γὰρ τὸ δὴ προσκείμενον τῷ λόγῳ παρέσχε κόσμον, ἀφαιρεθὲν δὲ οὐδὲν λυμαί- νεται τὴν διάνοιαν. πάλιν, ἐκεῖνος Καλλίστρατος [ἐκρίνετο]· τὸ γὰρ ἐκεῖνος προσκείμενον ἔμφασίν τινα μεγέθους περὶ τὸν ἄνδρα δηλοῖ. ιβ΄. ΠΕΡΙ ΑΣΥΝΔΕΤΟΥ Η ΔΙΑΛΥΣΕΩΣ. Κατὰ τοῦτο τὸ σχῆμα τοὺς συνδέσμους αἴροντες τοὺς ὀφείλοντας τὰ κῶλα συνάπτειν οὕτω φαμὲν τὸν λόγον, ὡς ἔχει τὰ τοιαῦτα, εἰ δʼ ὁμοίως ἁπάντων τὸ ἀξίωμα, τὴν ἡγεμονίαν παρείλετο, καὶ πά- λιν, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόν- νησον, οὐδενὸς τούτων μέμνημαι. ιγ΄. ΠΕΡΙ ΕΛΛΕΙΨΕΩΣ. Ἔλλειψις δὲ γίνεται, ὅταν ὀνόματα πολλὰ περιῃρη- μένα χρὴ ὀνομαστὶ μὴ κειμένων, ὅτε δέ τι νοεῖται πλέον, ὡς ὁ Δημοσθένης, εἴ τις ἐπακολουθῶν ἐπὶ τὸ μνῆμα διεξίοι, εἰ τὸ καὶ τὸ ἐποίησεν, οὐκ ἂν ἀπέθανεν· ἐμβρόντητε, εἶτα νῦν λέγεις; νοεῖ- ται γὰρ τὸ φαίη ἄν τις πρὸς αὐτὸν ἢ εἴποι. καὶ πάλιν, μέλει δʼ οὐδενὶ οὐδὲ μέμνηται, καὶ γὰρ ἐνταῦθα ἐλλείπει τὸ οὐδείς· πάθους δὲ ἔμφασιν ἔχει τὸ σχῆμα.