δ΄. ΠΕΡΙ ΑΝΤΙΣΤΟΦΗΣ. Ἀντιστροφὴ δʼ ἐστὶν τὸ ἐναντίον τῆς ἐπαναφορᾶς· ὡς γὰρ ἐκείνη ἀπὸ τῶν αὐτῶν ἄρχεται, οὕτως αὕτη εἰς τὸ αὐτὸ λήγει, διὸ καὶ ταύτην ἔχει τὴν προσηγορίαν ἀντι- στρέφουσα τὴν ἐπαναφοράν. παράδειγμα δὲ τοῦ σχήμα- τος, λέγεταίρι τῶν ὑμῖν συμφερόντων, ἄφρ- νος Αἰσχίνης· ἀντέκρουσέ τι καὶ γέγονεν, οἷον οὐκ ἔδει, πάρ εστιν Αἰσχίνης, καὶ τὸ [αὐτὸ] Αἰσχίνου, ὅστις δʼ ἐν τῷ συλλόγῳ τὴν ψῆφον αἰτεῖ, ὅρκον αἰτεῖ, νόμον αἰτεῖ, δημοκρατίαν αἰτεῖ. ε΄. ΠΕΡΙ ΣΥΜΠΛΟΚΗΣ Η ΣΥΝΘΕΣΕΩΣ. Τοῦτο τὸ σχῆμα μικτόν ἐστιν ἐκ τῆς ἀναφορᾶς καὶ τῆς ἀντιστροφῆς, διὸ καὶ οὕτω κέκληται· καὶ γὰρ ἐν ἀρχῇ τῶν κώλων καὶ ἐπὶ τελευτῆς τὴν αὐτὴν ἔχει λέξιν, ὡς Αἰσχίνης, ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς. ϛ΄. ΠΕΡΙ ΣΥΝΩΝΥΜΙΑΣ. Συνωνυμία δέ ἐστιν, ὅταν τῷ χαρακτῆρι διαφόροις ὀνόμασι, τῇ δυνάμει δὲ τὸ αὐτὸ δηλοῦσι χρώμεθα πλείο- σιν, ἓν μὲν καὶ τὸ αὐτὸ βουλόμενοι δηλοῦν, ὡς καὶ Δη- μοσθένης, καὶ γινώσκεται μὲν ὑπὸ τῶν Περιν- θίων καὶ Βυζαντίων, οὐκ ἀγνοεῖται δὲ ὑπὸ Θετταλῶν δεσπόζειν, ἀλλʼ οὐχ ἡγεῖσθαι τῶν συμμάχων προαιρούμενος, ὑποπτεύεται δὲ ὑπὸ Θηβαίων. ζ΄. ΠΕΡΙ ΕΠΑΝΟΔΟΥ. Ἐπάνοδος δέ ἐστιν, ὅταν δύο ὀνόματα διάφορα προ- τιθέντες μήπω τοῦ νοῦ πέρας ἔχοντος, ἐπανίωμεν ἐπὶ τὰ προκείμενα καὶ τὸ λεῖπον τῷ νῷ προσαποδιδῶμεν, ὡς ὁ Δημοσθένης, ὁρῶν δὲ ταῦτα ὁ δῆμος ὁ τῶν Ὠρειτῶν ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δὲ ἀποτυμπανίσαι τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δὲ ἐπιτήδειον ἔφη ταῦτα πάσχειν, καὶ ὡς ὁ Φί- λιππος, ἐν ἀργίᾳ καὶ δυσθυμίᾳ μὲν ἐπὶ τῶν στρατηγῶν ὁ δῆμος οἷς ἐνέτυχεν, καὶ θελῆσαι προδιδόναι φάσκων δυσθυμίαν νικωμένων κατὰ τὸν πόλεμον τοῖς πόνοις, οὐ ταῖς μάχαις. κέχρηται δὲ Ὅμηρος καὶ τούτῳ τῷ σχήματι, ποιήσας εὐ- χόμενον τὸν Ἀχιλλέα ὑπὲρ τοῦ Πατρόκλου, τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε· νηῶν μέντοι ἀπώσασθαι, πόλεμόν τε μάχην τε δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι. η΄. ΠΕΡΙ ΚΛΙΜΑΚΟΣ. Κλῖμαξ δὲ γίνεται, ὅταν ἐπὶ πλεῖον μηκύνοντες τὸ προκείμενον κεφάλαιον καθʼ ἕκαστον κόμμα τὴν αὐτὴν λέξιν τελευτήν τε καὶ ἀρχὴν ποιήσωμεν, ὡς ἔχει τὸ Δημοσθενικόν, καὶ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα οὐδὲ ἔ ἔγραψαμέν, οὐκ ἐπρέσβευσα δέ· οὐκ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θη- βαίους. γίνεται δὲ καὶ κατὰ συνωνυμίαν κλῖμαξ, ὡς ἔχει τὸ Ὁμηρικόν, Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι· αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ Ἀργειφόντῃ· Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ· αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ᾿ Ἀτρέϊ ποιμένι λαῶν· καὶ γὰρ Χρονίων καὶ Ζεὺς συνώνυμά πώς ἐστι, καὶ τὸ Ἀργειφόντης καὶ Ἑρμῆς· εἴληφε δὲ τὸ σχῆμα τὸ ὄνομα ἀπὸ τῆς κλίμακος· καὶ γὰρ ἐν ταύτῃ, ἐφʼ ὃν λήγομεν βαθμόν, ἀπʼ ἐκείνου πάλιν ἀρχόμεθα.