ιθ΄. ΠΕΡΙ ΟΜΟΙΟΠΤΩΤΟΥ. Ὁμοιόπτωτον δέ ἐστιν, ὅταν ἡ αὐτὴ πτῶσις ἐφʼ ἓν ὄνομα πολλάκις ἀναφέρηται, ὡς ἔχει τὸ κατὰ Δημοσθέ- νους Αἰσχίνου, ὦ πρὸς μὲν τὰ μεγάλα τῶν ἔργων ἁπάντων ἀνθρώπων ἀχρηστότατε, πρὸς δὲ τὴν ἐν λόγοις τόλμαν θαυμασιώτατε· κλητικὴ γὰρ πτῶσις ἐπʼ ἀμφοτέρων τῶν κώλων τέτακται. ικ΄. ΠΕΡΙ ΠΑΡΟΝΟΜΑΣΙΑΣ. Παρονομασία δὲ γίνεται, ὅταν τι τῶν ληφθέντων εἰς τὴν διάνοιαν ὀνομάτων ἢ ῥημάτων βραχὺ μεταποιή- σαντες ἑτέραν κινήσωμεν ἔννοιαν, ὡς ἔχει τὸ ῥηθὲν ὑπό τινος πρὸς τὸν ἀμπελουργὸν τὸν δικαζόμενον συνε- χῶς, αἱ ἄμπελοί σου οὐ κλήματα φέρουσιν, ἀλλʼ ἐγκλήματα, καὶ ὡς τὸ Δημοσθενικόν, ἔτι γὰρ τῶν πραγμάτων ὄντων μετεώρων καὶ τοῦ μέλ- λοντος ἀδήλου, σύλλογοι παντοδαποὶ καὶ λό- γοι κατὰ τὴν ἀγορὰν ἐγίνοντο, καὶ ὡς τὸ Θουκυ- δίδου, ἰέναι τοῖς ἐχθροῖς ὁμόσε μὴ φρονήματι, ἀλλὰ καταφρονήματι. καὶ ὅπως τὰ τοιαῦτα ἔχει διεκπλέκοντες καὶ περιπλέκοντες. κα΄. ΠΕΡΙ ΑΝΤΙΘΕΣΕΩΣ. Ἀντίθεσις δὲ γίνεται κατὰ τρόπους πλείονας, καθʼ ἕνα μέν, ὅταν τὰ ἀντικείμενα ὀνόματα ἀναλαμβάνω- μεν, ὡς ἔχει τὸ τοιοῦτον, μᾶλλον γὰρ τιμῶσιναἱ πόλεις τῶν ἀδίκως πλουτοῦντων τοὺς δι- καίως πενομένους, καὶ ἐπιλούουσιν ἐν θερ- μοῖς ὕδασι ψυχροὺς ἄνδρας. καθʼ ἕτερον δέ, ὅταν αὐτὰ στρέφηται τὰ ὀνόματα, σὺ μὲν γὰρ ἔλα- βες, ὦ Δημάδη, δῶρα παρὰ Φιλίππου, ἐγ ὼ δὲ οὐκ ἔλαβον, καὶ προέπινες αὐτῷ κατὰ τῆς πό- λεως εὐωχούμενος, ἐγὼ δʼ οὐ συνέπινον. καθʼ ἄλλον δὲ τρόπον ἡ ἀντίθεσις γίνεται, ὅταν μὴ πάν- τως τοῖς ἀντικειμένοις ὀνόμασιν φράζωμεν, ἀντικεί- μενα μέντοι ἢ διαφέροντα πράγματα λαμβάνωμεν, ὡς παρὰ Δημοσθένει, ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐτρι- ταγωνίστεις, ἐγὼ δὲ ἐθεώρουν· ἐγραμμά- τευες, ἐγὼ δʼ ἐκκλησίαζον· ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον. κβ΄. ΠΕΡΙ ΛΝΤΙΜΕΤΑΘΕΣΕΩΣ Η ΣΥΓΚΡΙΣΕΩΣ Η ΠΛΟΚΗΣ. Ἐπὶ τούτου τοῦ σχήματος ταῖς αὐταῖς λέξεσι χρώ- μενοι πλεονάκις ἕτερα σημαίνομεν, ὡς ἔχει τὰ τοιαῦτα, χάριέν ἐστʼ ἄνθρωπος, ὅς τʼ ἄνθρωπος ᾖ· καί, καλὸν δὲ τὸ ζῆν, ἄν τις ὡς δεῖ ζῆν μάθῃ· καὶ ὡς ἔχει τὸ Αἰσχίνου, δεῖ γὰρ τὰς Θήβας εἶναι Βοιωτίας, οὐ τὴν Βοιωτίαν Θηβῶν. παράκειται δὲ τούτῳ τῷ σχήματι ἡ ἀντιμεταβολὴ καλουμένη· γένε- ται δέ, ὅταν ἐν τῷ πρώτῳ καὶ δευτέρῳ κώλῳ τῆς περιό- δου τοῖς αὐτοῖς ὀνόμασι χρησώμεθα, τὰ ἐν ἀρχῇ ἐν τέλει τεθέντα ἐπὶ ταύτης ἀπολίπωμεν, ὡς Ἰσοκράτης παρα- καλούμενος ἐπάρξασθαί τι παρὰ πότον εἶπεν, οἷς μὲν γὰρ ἐγώ δεινός, οὐχ ὁ παρὼν καιρός, οἷς δʼ ὁ νῦν καιρός, οὐκ ἐγὼ δεινός. κγ΄. ΠΕΡΙ ΑΝΤΕΝΑΝΤΙΩΣΕΩΣ. Ἀντεναντίωσις δέ ἐστιν, ὅταν τὸ ἐναντίον ὄνομά τινος τιθέντες αὐτὸ ἐκεῖνο σημαίνωμεν, εἰ οὕτως ᾖ τῷ κειμένῳ ἐναντίον, οἷον ἐχθροὺς ἔσχεν οὐ τοὺς ἀδυνατωτατους λέγειν καὶ πράττειν, καὶ πά- λιν, οὔτε ἐλαχίστων κατὰ τὴν πόλιν ἀντὶ τοῦ τοὺς δυνατωτάτους καὶ τὰ μέγιστα, καὶ ὡς τὸ Ὁμηρικόν, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν, ἀντὶ τοῦ ὁ γενναιότατος.