ιδ΄. ΠΕΡΙ ΑΛΛΟΙΩΣΕΩΣ Η ΑΛΛΑΓΗΣ. Ἡ δὲ ἀλλοίωσις ἢ καὶ ἀλλαγὴ σχῆμά ἐστι ποικίλον, καὶ κατὰ πολλοὺς γινόμενον τρόπους· καὶ γὰρ ἀριθμοὺς ἀλλάσσομεν, καὶ ὀνομάτων τὰς πτώσεις, καὶ ἐπὶ τῶν ῥημάτων πάλιν χρόνους, πάθη. ὀνομάτων μὲν οὖν εἴδη καὶ οὕτως ἀλλοιοῦται καὶ μεταβάλλεται· πᾶσα γὰρ ἡ Ἑλλὰς ἐσιδηροφόρει· ἀντὶ γὰρ τῶν Ἑλλήνων Ἑλ- λὰς εἴρηται· καὶ πάλιν, εἰ γὰρ τὸ φιλότιμον ἀγήρω μόνον, ἀντὶ τοῦ ὁ φιλότιμος· καὶ ὡς ὁ Δημοσθένης, ἔπειτα δʼ ἡ Πελοπόννησος ἅπασα διεστήκει ἀντὶ τοῦ οἱ Πελοποννήσιοι. τούτου δʼ ἔχεται τοῦ τρόπου καὶ τὸ τοιοῦτον, γῆν ἀροῦν. ἐγίνετο δὲ καὶ τοιαύτη μετα- βολὴ προσώπων, ὅταν ἀφʼ ἑτέρου ἐφʼ ἕτερον τὸν λόγον μεταφέρωμεν, ὡς ἔχει τὸ τοιοῦτον, καὶ οὐδεὶς ἡ μῶν χολὴν οὐδʼ ὀργὴν εὑρεθήσεται ἔχων, ἐφʼ οἷς ὁ βδελυρὸς οὗτος καὶ ἀναιδὴς βιάζεται, ὅς, ὦ μιαρώτατε πάντων, αποκεκλεισμένης σοι τῆς παρρησίας. πτώσεως δὲ ἀλλαγὴ καὶ μεταβολὴ οὕτω σχηματίζεται παρὰ τοῖς παλαιοῖς, τοὺς μὲν οὖν ἄλλους, ὅσοι πρὸς τὰ κοινὰ δικαίως προσέρ- χονται, κἂν δεδωκότες ὦσιν εὐθύνας, τὴν ἀειλογίαν ὁρῶ προτεινομένους· ἀπὸ γὰρ τῆς αἰ- τιατικῆς ἐπὶ τὴν εὐθεῖαν ἐτράπη· καὶ τὰ Ὁμηρικά, μῆ- νιν ἄειδε θεὰ οὐλομένην ἣ μυρία, καὶ πάλιν, ἄνδρα μοι ἔννεπε Μοῦσαπολύτροπον Μοῦσαπολύτροπον ὃς μάλα πολλά. ἀριθμοὺς δὲ οὕτως ἀλλάσσουσιν, ὡς Θουκυ- δίδης, ῥᾷον γὰρ ἐτόλμα τις ἃ πρότερον ἀπε- κρύπτετο μὴ καθʼ ἡδονὴν ποιεῖν, ἀντίστρο- φον τὴν μεταβολὴν ὁρῶντες· καὶ Φίλιππος καὶ τὸ πλῆθος τῶν ἔλαττον ἰδόντες τὴν τροπὴν τῶν Λιβύων ἐφείποντο. χρόνων δὲ ἀλλαγὴ τοῦτον γίνεται τὸν τρόπον, καὶ ὅτι ἀληθῆ ταῦτα λέγομεν τοὺς ὁρῶντας ὑμῖν παρέξομαι μάρτυρας ἀντὶ τοῦ τοὺς ἑωρακότας. καὶ ἐνέργειαι δὲ καὶ τὰ πάθη [καὶ τὰ ῥήματα] ἀλλάσσεται, καὶ τοῦτο πολύ ἐστι παρὰ Θου- κυδίδῃ, οἷον οὐδʼ .ἐπιμιγνύντες ἀλλήλοις ἀντὶ τοῦ ἐπιμιγνύμενοι, καὶ πάλιν τοὺς τὴν μεσόγειαν μᾶλ- λον κατῳκημένους ἀντὶ τοῦ κατῳκηκότας. ιέ. ΠΕΡΙ ΠΟΛΥΠΤΩΤΟΥ. Πολύπτωτόν ἐστιν, ὅταν ἢ τὰς ἀντωνυμίας ἢ τὰ ὀνόματα ταῖς πλείοσι πτώσεσι καὶ πάσας μεταλαμβάνον- τες πλέκωμεν τὸν λόγον, ὡς ἔχει τὸ Ξενοφῶντος, τίνι μὲν γὰρ φίλοι πλείους ἢ τῷ Περσῶν βασιλεῖ; τίς δὲ κοσμῶν φαίνεται ἀεὶ τοὺς περί αὑτὸν μᾶλλον ἢ ὁ βασιλεύς; τίνος δὲ δῶρα γινώσκε- ται μᾶλλον ἢ τὰ βασιλέως; καὶ τὸ Δημοσθενι- κόν, οὗτοι γὰρ κατέχουσι, τούτοις πείθεσθε ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρου- σθῆτε. καίτοι τίς ἦν ὁ τὴν πόλιν ἐξαπατῶν; οὐχ ὁ μὴ λέγων, ἃ φρονεῖ; τῷ δὲ ὁ κῆρυξ καταρᾶται δικαίως; οὐ τῷ τοιούτῳ. ιϛ΄. ΠΕΡΙ ΜΕΤΑΒΟΛΗΣ. Ἐπὶ τούτου τοῦ σχήματος μετάθεσις μορίων ὅλων γίνεται καὶ καθʼ ἕκαστον κῶλον ἢ κόμμα, ὡς ἔχει τὸ Δημοσθενικόν, τίς γὰρ συμμαχία σου πράξαν- τος γέγονε τῇ πόλει; τίς δὲ βοήθεια ἐκ τῆς σῆς εὐνοίας καὶ δόξης; τίς δὲ πρεσβεία; τίς δὲ διακονία, διʼ ἣν ἡ πόλις ἐνδοξοτέρα; τί τῶν Ἑλληνικῶν ἢ τί τῶν οἰκείων ἁπλῶς ἐπηνώρ- θωται διὰ σέ; ποῖαι τριήρ εις; ποῖα βέλη; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τειχῶν; ἢ ποῖον ἱπ- πικόν; ἢ τῶν ἁπάντων τί χρήσιμον, ἢ τοῖς ἀπόροις πολιτικὴ βοήθεια, ἢ χρημάτων εὐ- πορία; ιζ΄. ΠΕΡΙ ΖΕΥΓΜΑΤΟΣ. Ἐπὶ τούτου τοῦ σχήματος ποτὲ μὲν καθʼ ἕκαστον κῶλον ἐπιλέγομεν τὸ οἰκεῖον ἑκάστῳ, ὡς ἔχει τὸ Ἰσοκρα- τικόν, πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύ- ρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶ- νᾶς καταστησάντων, ποτὲ δὲ θέντες τὰ κῶλα * * καὶ πάλιν, ὡς ἔχει τὸ τοιοῦτον, Ἀλέξανδρος ἐνίκησε μαχομένους ἐπὶ μὲν Γρανικῷ τοὺς ἑπτὰ σα- τράπας, ἐν Ἰσσῷ δὲ Δαρεῖον, ἐν Ἀρβήλοις δὲ συναχθέντας ὁμοῦ πάντας. δύνανται δὲ καὶ τὰ συνάγοντα κῶλα καὶ μέσον αὐτῶν τεθῆναί ποτε· πόθεν δʼ ἂν ἡ τοιαύτη γένοιτο σύνταξις, δῆλον [ὅτι] ἐκ τῶν προειρημένων. ιη΄. ΠΕΡΙ ΟΜΟΙΟΤΕΛΕΥΤΟΥ. Ὁμοιοτέλευτον δέ ἐστιν, ὅταν εἰς τὸ αὐτὸ μόριον πλεονάκις καταλήγωμεν, ὡς ἔχει τὸ Ἰσοκρατικόν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περιμάχητον τὴν φύσιν κατέ- στησε, καὶ τὸ Αἰσχίνου, καὶ οὐ τὸ δυστύ χημα ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω.