ϛʹ. ΠΕΡΙ ΠΡΟΚΑΤΑΛΗΨΕΩΣ. Ἡ δὲ προκατάληψις γίνεται, ὅταν προκαταλαμβα- νώμεθα καὶ τοὺς ἀντιδίκους, περὶ ὧν μέλλουσιν λέγειν, καὶ τοὺς ἀκροατάς, περὶ ὧν ὑπονοοῦσι καθʼ ἡμῶν, καὶ τὸν λόγον, ὃν ἰσχυρότατον ὁ ἀντίδικος οἴεται λέξειν καὶ ὃν οἱ δικασταὶ καθʼ ἡμῶν ὑπονοοῦσί τι ἔχειν ἰσχυρόν, τοῦτον ἐμφάσει τινὶ προεκλύοντες ὡς εἰ καὶ λέγοι τις, ἐπεὶ δὲ καὶ τούτῳ μάλιστα τῷ λόγῳ θαρρεῖ, βούλομαι δεῖξαι καὶ τοῦτον πολὺ τῶν ἄλλων ἀσθενέστερον. καὶ ὡς Αἰσχίνης, πρὸς δὲ δὴ τὸν ἄφυκτον λόγον ὅν φησι Δημοσθένης. ζ΄. ΠΕΡΙ ΥΠΕΞΑΙΡΕΣΕΩΣ. Τοῦτο τὸ σχῆμα σύμφωνον καὶ ὁμογενὲς λέγουσιν εἶναι τῶν προκειμένων. πιστότερον δὲ γίνεται τοῦτον τὸν τρόπον· ὑπεξελόμενοί τι πρόσωπον ἢ γένος τῶν λοι- πῶν προκρίνομεν περὶ οὗ ποτʼ ἂν ὁ λόγος ᾖ, ὡς εἴ τις λέγοι· μετὰ γὰρ τοὺς θεοὺς Ἀριστογείτονος ὑπὸ τῶν ἀνθρώπων· ἢ οὕτως, ὁ μὲν Ζεὺς κρατεῖ τῶν πάντων, ἐγὼ δὲ τῶν ἀνθρώπων ἄρχω. καὶ πάλιν δʼ ἂν τῷ Ἀπόλ- λωνι περὶ μουσικῆς ἕκαστα, ἢ καὶ ὡς τὸ Ὁμηρικόν, ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, οὔτʼ Ἡρακλῆϊ οὔτʼ Εὐρύτῳ· ἡ γὰρ τῶν ὁμολογουμένων ἀρίστν ὑπεξαίρεσις πιστο- τέραν ποιεῖ τὴν ἐπαγγελίαν. η΄. ΠΕΡΙ ΑΙΤΙΟΛΟΓΙΑΣ. Αἰτιολογία δέ ἐστιν, ὅταν προθέντες τι πρὸς τὸ γε- νἐσθαι σαφέστερον αὐτὸ τὴν αἰτίαν προσαποδιδῶμεν, ὥς φησι Δημοσθένης, ἐάν τις ἐν ἄθλοις τινὰ ἀπο- κτείν ῃ, τοῦ τον ὁ νομοθ έτης ὥρισε μ ὴ ἀ δι- κεῖν. διὰ τί; ὅ τι οὐ τὸ συμβὰν ἐσκέψ ατο, ἀλ- λὰ τὴν τοῦ δράσαν τος διάνοιαν· ἔστι δὲ αὕ- τη τίς; ζ ῶντα νικῆσαι, οὐκ ἀποκτεῖναι, καὶ τὰ ἐξῆς. θ΄, ΠΕΡΙ ΣΥΝΑΘΡΟΙΣΜΟΥ Συναθροισμὸς δέ ἐστιν συναγωγὴ τῶν πεπραγμένων ἢ πραχθῆναι δυναμένων εἰς ἓν κεφάλαιον, ὥς φησι Δη- μοσθένης, ἀλλʼ ὁ τὴν Εὔ βοιαν ἐκεῖνος σφ ετε- ριζόμ ε νος καὶ κατασκευ άζων ἐπιτείχισμ αἐπὶ τὴν Ἀττικήν, καὶ Μεγάροις. ἐπιχειρῶν, καὶ καταλα μβάνων Ὠρ εόν , καὶ κατασκ άπτων Πορθμόν, καὶ καθιστὰς ἐν μὲν Ὠρ εῷ Φιλι- στίδην τύραννον, ἐν δὲ Ἐρετρίᾳ ᾳ Ελείταρχον, καὶ τὸν Ἐλλή σποντον ὑφʼ ἑαυτὸν ποιούμενος καὶ τὸ Βυζ άντιον πολιορκῶν, καὶ π ὀλεις Ἑλ- ληνίδας τὰς μὲν ἀναιρῶν , εἰς ἃς δὲ καὶ τοὺς φυγάδας κατάγων, πότερον τα ῦτα π σιῶ ν ἠ δίκει καὶ παρεσπόν δει καὶ ἔλυε τὴν εἰρή - νην ἢ οὔ; ι΄. ΠΕΡΙ ΕΠΙΜΟΝΗΣ. Ἐπιμονὴ δέ ἐστιν, ὡς καὶ αὐτὸ τὸ ὄνομα δηλοῖ, ἐπὶ πλεῖον ἐπὶ τοῦ αὐτοῦ νοήματος ἐπιμονὴ μετὰ αὐξήσεως. Εὐριπίδης, ἀλλʼ ἥδε μʼ ἐξέσωσεν, ἥδε μοι τροφός, [ἡ] μήτηρ, ἀδελφή, δμωΐς, ἄγκυρα, στέγη. καὶ ὡς Δημοσθένης, οἱ μὲν κατάπτυστοι Θεττα- λοὶ καὶ ἀναίσθητοι Θηβαῖοι φίλον, εὐεργέ- την, σωτῆρα τὸν Φίλιππον ἡγοῦντο, πάντʼ ἐκεῖνος ἦν αὐτοῖς, καὶ πάλιν, ἐγὼ δʼ ὑπʼ ἐχθροῦ νήφοντος ἕωθεν, ὕβρει καὶ οὐκ οἴνῳ ταῦτα ποιοῦντος, ἐναντίον πολλῶν καὶ ξένων καὶ πολιτῶν ὑβριζόμην, καὶ ὡς ὁ ποιητής, ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζει ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, μοῦνον, τηλύγετον, πολλοῖσιν ἐπὶ κτεάτεσσιν.