κϛ΄. ΠΕΡΙ ΔΙΑΣΥΡΜΟΥ. Διασυρμὸς δʼ ἐστίν, ἐπειδὰν λέγωμεν ἀξιοπίστως διασύροντες, ὡς Ὑπερίδης ἐπὶ Δημοσθένους, καὶ συ- κοφαντεῖς τὴν βουλὴν προκλήσεις προτιθ εὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλα- βες τὸ χρυσίον, καὶ τίς ἦν σοι ὁ δούς, καὶ πῶς; τελευταῖον δʼ ἴσως ἐρωτήσεις καὶ εἰ ἐχρήσω τῷ χρυσίῳ ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν, καὶ ὁ αὐτὸς ἐπὶ τῆς Φρύνης, τίς γάρ ἐστιν αἰτία αὕτη, εἰ Ταντάλῳ ὑπὲρ τῆς κεφαλῆς λίθος κρέμαται. καὶ ὡς Αἰσχίνης, οὐ μέμνησθε αὐτοῦ τὰ ἀπίθανα καὶ μιαρὰ ῥή- ματα, ἃ πῶς ποτε ὑμεῖς, σιδήριοι, ἐκαρτε- ρεῖτε ἀκροώμενοι, ὅτε ἔφη παρελθών, ἀμπε- λουργοῦσί τινες τὴν πόλιν, καὶ τὰ ἑξῆς, καὶ ὡς Δημοσθένης πρὸς αὐτὰ ταῦτα, πάνυ γὰρ κατὰ τοῦτο χείρω γέγονε τὰ τῶν Ἑλλήνων πράγματα, εἰ τουτὶ τὸ ῥῆμα, ἀλλὰ μὴ τουτὶ διεξῆλθον ἐγώ, ἢ δευρὶ τὴν χεῖρα ἀλλὰ μὴ δευρὶ μετήγαγον. κζ΄. ΠΕΡΙ ΜΕΤΑΣΤΑΣΕΩΣ. Μετάστασις δʼ ἐστίν, ὅταν ἀφʼ ἑαυτῶν μεθιστῶ- μεν τὴν αἰτίαν ἐφʼ ἕτερον ἔξω τοῦ πράγματος ὄντα, ὡς Δημοσθένης, τοῦ γὰρ Φωκικοῦ συστάντος πο- λέμου, οὐ διʼ ἐμέ· οὐ γὰρ ἔγωγε τότε ἐπολι- τευόμην, ἢ ἐπὶ τοὺς ἀκούοντας, ἐγὼ γὰρ τοῦ μὲν εἰπεῖν κύριος ἤμην, ἡμεῖς δὲ τοῦ ψηφίσα- σθαι τὰ ῥηθέντα, ἢ τὸν ἀντίδικον εἰς αἰτίαν καθι- στῶμεν, ἐξ ὧν αὐτὸς ἡμῖν ἐγκαλεῖ, ὡς πάλιν Δημοσθέ- νης, εἶτ᾿ ὦ τί εἰπών σέ τις ὀρθῶς προσείποι; ἔστιν ὅπου σὺ παρὼν τηλικαύτην πρᾶξιν καὶ συμμαχίαν, ἡλίκην διεξῄεις, ὁρῶν ἀφαιρού- μενόν με τῆς πόλεως ἠγανάκτησας; καὶ τὰ ἑξῆς. II. ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΛΕΞΕΩΣ ΣΧΗΜΑΤΩΝ. α΄. Τὰ μὲν τῆς διανοίας σχήματα προείρηται κατὰ λό- γον ἡμῖν· παντὸς γὰρ λόγου προάγει ἡ τοῦ διανοήματος εὕρεσις, ἕπεται δὲ λέξις τῷ διανοήματι, διʼ αὐτῆς ποι- οῦσα φανερὸν αὐτό· νῦν δὲ περὶ τῶν τῆς λέξεως σχη- μάτων ποιησόμεθα τὸν λόγον, ἐπεὶ δʼ, ὡς ἂν εἴποι τις, τὰ πρῶτα καὶ ἀνωτάτω σχήματα τῆς λέξεώς ἐστι περίο- δος καὶ κῶλον καὶ κόμμα· διὰ τούτων γὰρ πᾶσα λέξις πλέκεται καὶ συντίθεται, τί ποτ᾿ ἐστὶν ἕκαστον τούτων προεροῦμεν. περίοδος μὲν οὖν ἐστι λόγος ἄνευ περιγρα- φῶν καὶ κώλων συνθέσει αὐτοτελῆ διάνοιαν ἐκφέρων, ὡς ἔχει τὸ τοιοῦτον, ἀνὴρ γὰρ ἰδιώτης ἐν πόλει δημοκρατουμένῃ νόμῳ καὶ ψήφῳ βασιλεύει, περίοδος δὲ ἀπὸ τοῦ περιοδευομένως οἷον κύκλῳ τὴν διάνοιαν ἐκπλέκειν. κῶλον δʼ ἐστὶ περιόδου μέρος, ὃ λέγεται μὲν καθʼ αὑτό, ἀντικείμενον δὲ πληροῖ περίο- δον. αὐτὸ μὲν οὖν καθ᾿ αὑτὸ κῶλον τὸ τοιοῦτόν ἐστιν, ἀνὴρ γὰρ ἰδιώτης, κατὰ δὲ τὸ ἀντικείμενον οὕτω γί- νεται σύνθεσις κώλων, ἄτοπον δʼ ἐστὶ σὲ μὲν ἐν τοῖς ἀλλοτρίοις, ἐμὲ δὲ ἐν τοῖς ἰδίοις ἀπορεῖ- σθαι. κατὰ δὲ τὸ παρακείμενον οὕτω, καλὸν γὰρ καὶ τοὺς φίλους εὖ ποιεῖν καὶ τοὺς πολίτας διὰ παντός. κόμμα δʼ ἐστὶ τὸ περιόδου καὶ κώλου ἔλαττον. λαμβάνεται δὲ καὶ κόμμα καθʼ αὑτό, καθά- περ ἔχει τὰ τοιαῦτα, γνῶθι σαυτόν, μέτρον ἄριστον, ἕπου θεῷ· λαμβάνεται δὲ καὶ πρὸς ἕτερον, οἷον ὅρκον αἰτεῖς, νόμον αἰτεῖς, δημοκρατίαν αἰτεῖς. τῶν δὲ περιόδων αἱ μέν εἰσι δίκωλοι, ὡς ἔχει ἡ τοιαύτη, πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συν- αγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας κατα- στησάντων. αἱ δὲ τρίκωλοι, ὥσπερ ἣν προείπομεν, ἀνὴρ γὰρ ἰδιώτης, δεύτερον δὲ ἐν πόλει δημο- κρατουμένῃ, τρίτον δὲ νόμῳ καὶ ψήφῳ βασι- λεύει. γίνεται δὲ καὶ τετράκωλος, ὡς παρὰ Ἰσοκράτει, τίς γὰρ οὐκ ἂν ἡ δέως μετάσχοι στρατείας, τῆς ὑπ᾿ Ἀθηναίων τε καὶ Λακεδαιμονίων στρα- τηγουμένης, ὑπὲρ δὲ τῇς τῶν συμμάχων ἐλευ- θερίας ἀθροιζομένης, ὑπὸ δὲ τῆς Ἑλλάδος ἁπάσης ἐκπεμπομένης· νοεῖται δʼ ἡ περίοδος τε- τράκωλος χωρὶς τῆς πρώτης προθέσεως, τίς γὰρ οὐκ ἂν ἡδέως μετάσχοι στρατείας. συντίθενται δὲ καὶ ἐκ πλειόνων κώλων περίοδοι, ἀλλʼ ἐκβαίνουσι τὴν συμ- μετρίαν καὶ οὐκ ἔτι περιόδων, ἀλλὰ διεξοδικῶν λόγων ἔχουσι τάξιν. εἰσὶ δὲ τῶν περιόδων αἱ μὲν αὐτοτελεῖς, ὥστε καθʼ αὑτὰς σημαίνειν διάνοιαν, αἱ δὲ συνεζευγμέ- ναι, ὥστε μεθʼ ἑτέρων ἐκφέρειν τὸ διανόημα πλῆρες. αὐτοτελεῖς μὲν οὖν εἰσιν αἱ ἄνευ συνδέσμου ἐκφερόμε- ναι, οἵα ἐστὶν αὕτη, ἣν γὰρ ὁ κῆρυφ κατὰ τοὺς νό- μους φωνὴν ἀφίησι, ταύτην κοινὴν τῆς πα- τρίδος δίκαιον ἡγεῖσθαι, συνεζευγμέναι δὲ αἱ μετὰ τῶν συνδέσμων συγκείμεναι, ὡς ἔχει αὕτη, χρὴ γὰρ τὸ αὐτὸ φθέγγεσθαι τὸν ῥήτορα καὶ τὸν νόμον· ὅταν δὲ ἑτέραν μὲν φωνὴν ἀφίῃὁνό- μος, ἑτέραν δὲ ὁ ῥήτωρ, τῷ τοῦ νόμου δικαίῳ χρὴ διδόναι τὴν ψῆφον, μὴ τῇ τοῦ λέγοντος ἀναισχυντίᾳ. β΄. ΠΕΡΙ ΑΝΑΔΙΠΛΩΣΕΩΣ Η ΠΑΛΙΛΛΟΓΙΑΣ Η ΕΠΑΝΑΛΗΨΕΩΣ. Τοῦτο τὸ σχῆμα ὁ μὲν Καρκῖνος παλιλλογίαν καλεῖ, ἔνιοι δὲ ἀναδίπλωσιν, οἱ δὲ ἐπανάληψιν, φαίνεται δὲ ὅτε μὲν ῥῆμα ἐπαλλήλως ἐντιθέντων ἡμῶν, ὡς ἔχει τὸ τοιοῦτον, μιαρὸν μιαρὸν θηρίον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πάλιν ὡς Ξενοφῶν ὠγκωμένῳ ἐπὶ γένει, πεφυσημένῳ δʼ ἐπὶ πλούτῳ, διατε- θρυμμένῳ δὲ ὑπὸ πολλῶν ἀνθρώπων. γ΄. ΠΕΡΙ ΕΠΑΝΑΦΟΡΑΣ. Γίνεται δὲ ἡ ἐπαναφορὰ ποτὲ μὲν ἐπὶ τῶν ἡγουμέ- νων κώλων, ὡς ἔχει τὰ προειρημένα, ποτὲ δὲ ἐπὶ τῶν ἐξῆς ὡς ἔχει τὸ Δημοσθενικόν, ἐδίδασκες γράμ- ματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δʼ ἐτε- λούμην. πεποίηκε δὲ Δημοσθένης καὶ διπλῆν ἐπανα- φορὰν ἐπί τε τῶν προηγουμένων κώλων τὸ αὐτὸ μόριον λαμβάνων καὶ ἐπὶ τῶν ἑπομένων ἐν τούτοις, μέχρι τούτου φίλος ὠνομάζετο Λασθένης ιλίπ- που, ἕως προὔδωκεν Ὄλυνθον· μέχρι τούτου Εὔδικος καὶ Σιμὸς ὁ Λαρισσαῖος, ἕως τὴν Θετταλίαν ὑπὸ Φιλίππῳ ἐποίησαν· τῶν μὲν γὰρ πρώτων κώλων τὸ μ έχρι ἄρχει μόριον, τῶν δὲ δευτέ- ρων τὸ ἕως.