κα΄. ΠΕΡΙ ΔΙΑΠΟΡΗΣΕΩΣ. Διαπόρησις δʼ ἐστίν, ὅταν περὶ ἑνὸς πράγματος δύο ἢ καὶ πλείονας ἐννοίας ἔχωμεν, ἢ καὶ προσποιώμεθα μὴ οὔσας ἔχειν, εἴγε ἀποροῦμεν καὶ μὴ ἐφιστῶμεν ἐπʼ οὐ- ταῖς, ὡς ἔχει τὸ τοιοῦτον, εἴτετινὸς εἰπόντος, εἴτε αὐτὸς συνιείς, οὐκ ἔχω εἰπεῖν, ὅτι δὲ κωτη- ρία μόνη γίνοιτο ἂν αὐ τῷ ἡ ἡμετέρα, εἴτε χρὴ φιλανθρωπίαν αὐτὴν λέγειν, εἴθ᾿ ὅ τι δή ποτε ἄλλο, [οὐκ ἔχει.] κβ΄. ΠΕΡΙ ΕΡΩΤΗΜΑΤΟΣ. Ἐρώτημά ἐστι, πρὸς ὃ ἀνάγκη ἀποκρίνασθαι κατʼ ἀπόφασιν ἢ κατάφασιν οὕτω, ναὶ ἢ οὔ, οἷον ἐξῆλθες ἐπὶ τὴν μάχην ἢ οὔ; καὶ ὡς Δημοσθένης, πότερον ταῦτα ποιῶν ἔλυε τὴν εἰρήνην ἢ οὔ; ἀνάγκη γὰρ καὶ πρὸς τοῦτο ἢ ναὶ ἢ οὒ ἀποκρίνασθαι. κγ΄. ΠΕΡΙ ΠΥΣΜΑΤΟΣ. Πύσμα δέ ἐστι, πρὸς ὃ διεξοδικῶς ἀπαντῆσαι δεῖ καὶ διὰ πλειόνων, ὡς ἔχει τὸ τοιοῦτον, ἐμὲ δέ, ὦ τρι- ταγωνιστά, τὸ τίνος φρόνημα λαβόντα τού- τοις συμβουλεύειν ἔδει; ἐνταῦθα γὰρ οὐκ ἔστιν ἀποκρίνασθαι ναὶ ἢ οὔ, ἀλλὰ διὰ πλειόνων ἀνάγκη ἀπαντᾶν τῷ τοιοῦτον ἐροῦντι. κδ΄. ΠΕΡΙ ΔΙΑΤΥΠΩΣΕΩΣ. Διατύπωσις δʼ ἄῤ ἐστίν, ὅταν ἄμα προσώπων καὶ πραγμάτων παρασυναγωγὴν ποιησάμενοι μὴ τοὺς λό- γους μόνον, ἀλλὰ καὶ τὰ ἐναργήματα καὶ τὰ πάθη καὶ τὰ εἴδη διατυπώμεθα, ὡς ὁ Αἰσχίνης, γίνεσθέ μοι μικρὸν χρόνον τὴν διάνοιαν, μὴ ἐν τῷ δικα- στηρίῳ, ἀλλʼ ἐν τῷ θεάτρῳ. καὶ νομίσατε ὁρᾶν προσιόντα τὸν κήρυκα, καὶ τὴν ἐκ τοῦ ψη- φίσματος ἀνάρρησιν μέλλουσαν γίν εσθαι, καὶ τὰ ἑξῆς. καὶ ὥς φησι Δημοσθένης, ὅτε γὰρ εἰς Δελφοὺς ἐπορευόμεθα, ἦν ὁρᾶν ταῦταπάντα, οἰκ ίας κατεσκαμμένας, τείχη περιῃρημένα, γύναια καὶ παιδάρια ὀλίγα καὶ ἄθλια καὶ πρεσβύτας οἰκτρούς. κε΄. ΠΕΡΙ ΑΝΤΕΙΣΑΓΩΓΗΣ. Ἀντεισαγωγὴ γίνεται, ὅταν ἕτερον ἀνθʼ ἑτέρου ἀντι- τιθῶμεν, ἀντὶ ἀγαθοῦ κακὸν ἢ ἀντὶ κακοῦ ἀγαθόν, οἷον οἰκτρὸν πατρὶ καὶ μητρὶ παίδων στερηθῆναι, καὶ ἐρήμοις εἶναι τῶν ἀναγκαιοτάτων γηρο- τρόφων· σεμνὸν δὲ αὐτοῖς τιμὴν καὶ μνήμην τέκνων καταλειπομένην ἐφορᾶν, καὶ πάλιν, ἡδὺ τὸ ζῆν, ἀλλὰ τόγε ὑπὲρ πατρίδος ἀποθα- νεῖν δόξαν αἰώνιον παρασκευάζει.