ιϚ΄. ΠΕΡΙ ΑΠΟΣΙΩΠΗΣΕΩΣ. Ἀποσιώπησίς ἐστι λόγος ἐπιτείνων τὸ παρασιωπώ- μενον, ἢ παραλείπων τὸ γινωσκόμενον, ἢ σιωπῶν τὸ αἰσχρόν. ἐπιτείνει μὲν οὖν τὸ παρασιωπώμενον, ὡς Δη- μοσθένης, ᾧ μήτηρ μὲν ὑπῆρχε πολῖτις, πατὴρ δὲ οὐκ ἐρῶ πόθεν. οὐδὲν γὰρ πλεῖον τῶν ἀναγκαίων αὐτὸν ἐξ ετάσασθαι. παραλείπει δὲ τὸ γινωσκόμενον οὕτως, καὶ πάλιν, τοσαῦτα, ὦ Ἀθη- ναῖοι, ὅσα ὀκνήσαιμ’ ἂν εἰπεῖν· παντὶ γὰρ δῆ- λον, ὅτι τὸ πρῶτον μὲν ἀηδές τι παραλείπει, εἶτα εἰδι- κώτερον ὅτι ἀτιμίαν εἰπεῖν βούλεται ἤ τι τοιοῦτον. σιωπᾷ δὲ τὸ αἰσχρὸν Εὐριπίδης, ἣ πόσιν ἀπείρῳ περιβάλλουσ᾿ ὑφάσματι ἔκτεινεν, ὧν δ᾿ ἕκατι παρθένον λέγειν οὐ καλόν. ιζ΄. ΠΕΡΙ ΕΠΙΤΡΟΧΑΣΜΟΥ. Ἐπιτροχασμός ἐστι προσκείμενον σχῆμα τῷ τε συν- αθροισμῷ καὶ τῇ ἐπιμονῇ, διαφέρει δὲ ἐκείνων, ὅτι τὰ πολὺ διεστηκότα συνάγει καὶ ἀξιοπιστίας ἕνεκα λέγεται, ὡς ἔχει τὸ Δημοσθενικόν, ἀλλʼ ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τη λικύτην πόλιν ἐν Πελοποννήσῳ, Με- γάροις ἐπεβούλευσε πρώην. ιη΄. ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ. Εἰρωνεία δέ ἐστι λόγος προσποιούμενος τὸ ἐναντίον λέγειν, ὡς ἐπὶ τῆς Μηδείας Εὐριπίδης, τοιγάρ με πολλαῖς μακαρίαν ‘Ελληνίδων ἔθηκας ἀντὶ τῶνδε, θαυμαστὸν δέ σε ἔχω πόσιν καὶ σεμνὸν ἡ τάλαιν’ ἐγώ, καὶ τὰ ἑξῆς. καὶ ὡς ὁ Δημοσθένης, δῆλον γάρ, ὅτι σὺμὲν ἀλγεῖς ἐπὶ τοῖς τῶν Θηβαίων ἀτυχήμα- σιν, κτήματα ἔχων ἐν τῇ Βοιωτίᾳ, ἐγὼ δὲ χαίρω, ὃς εὐθὺς ἐξῃτούμην ὑπὸ τοῦ ταῦτα πεποιηκότος. εἴδη δὲ τῆς εἰρωνείας τέτταρα, ἀστεϊ- σμός, μυκτηρισμός, σαρκασμός, χλευασμός. ιθ΄. ΠΕΡΙ ΠΑΡΑΛΕΙΨΕΩΣ. Παράλειψις δέ ἐστιν, ὅταν δοκοῦντές τι παραλιπεῖν μηδὲν ἧττον λέγωμεν αὐτό, ὡς Δημοσθένης, ἀλλὰ τί ἐχρῆν με ποιεῖν, ἤδη γὰρ σὲ ἐρωτῶ, πάντα ταῦτα ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτί- δαιαν, οὐδενὸς τούτων μέμνημαι, Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθη- σιν οὐδʼ εἰ γέγονεν οἶδα, καὶ πάλιν, ὅσα μὲν οὖν τοὺς χορευτὰς ἐναντιούμ ενος ἡμῖν ἀφεθναι τῆς στρατείας ἠνώχλησε, καὶ προβαλλόμενος καὶ χειροτονῶν αὑτὸν εἰς Διονύσια ἐπιμελη- τήν, ἐάσω, καὶ πάλιν, τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν Μειδίου καὶ τὰ λοιπὰ ἄπειρα ὄντα κακὰ ἐάσω. καὶ οὔτε τόδε λέγω οὔτε τόδε, οὐδʼ ὡς ἠδίκησεν τὴν πόλιν οὗτος. καὶ πάλιν, οὔτε γὰρ τοὺς Ἑρμᾶς, οὓς ἐλωβήσατο, λέξω, οὔθ᾿ ὡς ηὐτομόλησεν εἰς Σικελίαν, ἀλλʼ ἔστω τού- των ἀμνηστεία μυρίων ὄντων. κ΄. ΠΕΡΙ ΑΠΟΣΤΡΟΦΗΣ. Ἀποστροφὴ δʼ ἐστίν, ὅταν πρόσωπον ἕτερον ἀνθ᾿ ἑτέρου αἰτιώμεθα, ἤτοι πραΰνειν, ἢ ἐποτρύνειν ἐθέλον- τες, ὡς ὁ ποιητής. Ἀτρείδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν. οὐδέ τι ἐκτελέουσιν ὑπόσχεσιν, ἥνπερ ὑπέσταν· ἐπεὶ γὰρ ἀπότομον ἦν λέγειν, Ἀχαιοί, ἄδικοί ἐστε, πρὸς τὸν βασιλέα οὐκ ἐθέλοντες ἐκτελεῖν αὐτῷ τὰς ὑπο- σχέσεις, μετεσχημάτισε τὸν λόγον πρὸς αὐτὸν τὸν Ἀγα- μέμνονα· γίνεται δὲ ἡ ἀποστροφὴ καὶ ὅταν ἄλλων μνη- μονεύοντες, ὡς δυναμένων ταὐτὰ ποιῆσαι τούτοις, περὶ ὧν ἂν ποιησώμεθα τὸν λόγον, μὴ πεποιηκότων δέ, εἶτα διʼ αὐτῶν καὶ καθαπτώμεθα τῶν ἀντιδίκων, ὡς Δημο- σθένης τὰ ὑπὸ Μειδίου γεγονότα βουλόμενος διαβάλ- λειν διαβάλλει τὰ περὶ Ἰφικράτην, καίτοι φασὶν Ἰφι κράτην ποτὲ ἐκ ἐκεῖνον Διοκλεῖ τῷ Πιτθεῖ τὰ μάλιστα ἐλθεῖν εἰς ἔχθραν, καὶ ἔτι πρὸς τούτῳ συμβῆναι, Τισίαν τὸν ἀδελφὸν τὸν Ἰφικράτους ἀντιχορ ηγῆσαι τῷ Διοκλεῖ· ἀλλʼ ὅμως πολλοὺς ἔχων Ἰφικράτης καὶ τὰ ἑξῆς, οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυ τὰ κατεσκευ ασμέ- να ἱμάτια ἐς τὴν ἑορτὴν καὶ τὰ ἑξῆς.