ια΄. ΠΕΡΙ ΛΕΠΤΟΛΟΓΙΑΣ. Λεπτολογία ἐστίν, ὅταν ἑνὸς ἑκάστου τῶν συμβεβη- κότων ἢ συμβαινόντων τὴν ἀκριβῆ καὶ ἐπὶ λεπτῷ ἐξερ- γασίαν ποιώμεθα, ὡς παρὰ Μενάνδρῳ ταυτί, μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόνʼ οὐκ ἔχω . . . ὁμοίαν τῷ γεγονότι πράγματι, ζητῶν πρὸς ἐμαυτόν, τί ταχέως ἀπολλύει. στρόβιλος; ἐν ᾧ συστρέφεται, προσέρχεται, προέλαβεν, ἐξέρριψεν, αἰὼν γίνεται. ἀλλʼ ἐν πελάγει συγκλυσμός; ἀναπνοὴν ἔχει Ζεῦ σῶτερ, εἰπεῖν, ἀντέχου τῶν σχοινίων, ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν· ναυαγίου δʼ ἂν ἐπιλάβοιʼ· ἐγὼ δʼ ἅπαξ ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ. νῦν γὰρ διὰ νοήματος ἐλάσσονα γινόμενα καὶ οὐδʼ εἰς ὑποψίαν ἀκριβῶς ἐλθεῖν δύναται τῷ λόγῳ καὶ λεπτὸν καὶ ἀκριβῶς τε ὁ ποιητὴς εἰπὼν εἰς ἔννοιαν ἀκριβεστέ- ραν αὐτῷ ἀγήοχε, καὶ τὸ καθʼ ἑαυτὸν ηὔξησε πάθος τα- χύτερον ἐκ τῆς ἐκείνων λεπτολογίας ἀποδείξας. καὶ ταῦτα δὲ ὁμοίως ἔχει· καὶ ὑμεῖς μέν, ὦ Ἀθηναῖοι, τὰς ἐλπίδας τῆς σωτηρίας εἴχετε ἐν τῷ τὸν στρατηυὸν ὑμῶν ἐκπλεύσαντα ταχέως τῶν ἐπικαί ἱρων κρατ τῆσαι τόπων. ὁ δʼ ἕωςἐνετέλ- λετό τινα τοῖς οἰκείοις, ἐπιτρόπους καθίστα καὶ τῶν οἴκοι πραγ μάτων , ἠ σπάζετο τὴν γυ- βαῖκα καὶ τοὺς παῖδας, ἐδεξιοῦτο τοὺς φί- λους, ἐξ ῄει τῆς πολέως, κατέβαινε εν εἰς τὸν λιμένα, ἐν ἐβάλλετο τὰ ἐπιτή δεια εἰς τὴν ναῦν, ἔλυε τὰ πρυμν ήσια, ἦ ρε τὰ ς ἀγ κύρας, ἔλαθον οἱ πολέμιοι κρατήσαντες τῶν ἐπι- καίρῳν χωρίων. αὔξησιν δὲ ἔχει τὸ σχῆμα, ὅταν ταχυτῆτα ἢ βραδυτῆτα ἐμφῆναι θέλωμεν, ἢ τάχος ἐξ ἀντιπαραθέσεως ποιῆσαι φανερόν, ὥσπερ ὁ Μένανδρος. ιβ΄. ΠΕΡΙ ΠΡΟΣΩΠΟΠΟΙΙΑΣ. Ἡπροσωποποιΐα δέ ἐστι προσώπου διάπλασις ἤτοι τὴν ἀρχὴν μὴ γενομένου πώποτε ἢ γενομένου μέν, οὐκ ἔτι δὲ ὄντος. τοῦ μὲν παράδειγμα τὸ Δημοσθενικόν, ὁ μὲν οὖν παρῶν καιρός, ὦ Ἀθηναῖοι, μονο- νουχὶ λέγει φωνὴν ἀφιείς· οὐχ ὑφεστηκὸς γὰρ τὸ πρόσωπον τὸν καιρὸν αὐτὸν εἰσάγει· τοῦ δὲ δευτέ- ρου τὸ Αἰσχίνου, ὅταν ἐπὶ τελευτῆς ἤ δη τοῦ λό- γου τοὺς συνηγόρους καλῇ, καὶ τοὺς κοινω - νοὺς αὐτῷ τῆς δωροδοκίας παρακαλῇ, ὑπο- λαμβάνετε ὁ ρᾶν ἐπὶ τοῦ βήματος ἀντιπαρα- τετα γμένους, Σόλω να μὲν τὸν καλλίστοις νόμοις κοσμ ήσαντα τὴν δημοκρατίαν, Ἀρι- στείδην δὲ τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλ- λησι, καὶ ἐπερω τῶντα, εἰ οὐκ αἰσχύνεσθε, ὅτι οἱ μὲν πατέρες ὑμῶν Ἀρίθμιον τὸν Ζελείτην, καὶ τὰ ἑξῆς. ιγ΄. ΠΕΡΙ ΕΠΝΑΛΗΨΕΩΣ. Ἐπανάληψίς ἐστιν, ὅταν κατὰ πλείους φωνὰς ἐπανα- λαμβάνωμεν, ὡς ἔχει τὸ τοιοῦτον, ἀλλʼ οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετε, καὶ τὸ Ὁμηρικόν, τοῦ δʼ ἐγὼ ἀντίος εἰμί, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε. ταῦτα μὲν οὖν ἐπανείληπται μηδενὸς αὐτῶν μεταξὺ τι- θεμένου μορίου· ἔστι δὲ ὅτε ἐπαναλέγεται μὲν τὰ ὀνό- ματα, οὐκ εὐθὺς δέ, ἀλλὰ μέσα τινὰ παρεμβάλλεται, καθάπερ ἔχει τὸ τοιοῦτον, ἦν ποτε, ἡν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν τῇ τῶν πολλῶ νψυχῇ· κἀκεῖνο, οὐ γὰρ ὑφʼ αὐτῷ ποιήσασθαι τὴν πόλιν βούλε- ται Φίλιππος, οὔ· καὶ τὸ Αἰσχίνου, καλόν, ὦ Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων πραγμάτων φυλακή, καὶ τὸ Ομηρικόν, ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας, Αἰθίοπας· πολλάκις δὲ ταῦτα καὶ πλεονάκις ἀναλαμβάνεται, ὡς καὶ Δημοσθένης, καίτοι φιλίαν τεκαὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ που λέγων ὁ τὴν Αλε- ξάν δρου ξενίαν ὀνειδίζων ω ν ἐμοί· ἐγώ σοι ξε- νίαν Ἀλεξᾶν δρου; πόθ ενλ αβόντι; φανερὸν δὴ ποσάκις τὸ αὐτὸ ὄνομα ἀνείληπται. τοῦτο δέ τινες ἰδίως ἀναδίπλωσιν λέγουσιν, ὅταν τὸ δεύτερον λεγόμενον ἄρ- χηται ἀπὸ τῆς τοῦ προηγουμένου τελευτῆς, ὡς Σοφοκλῆς ὦ φίλταθʼ ὥς μ’ ἀπώλεσας, ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα. ὡς καὶ νῦν ἐν τῷ χρησμῷ, Αρκαδίην μʼ αἰτεῖς· οὔ τοι δώσω , δώσω τοι Τεγέην. δοκεῖ δὲ ποιητικώ- τερον εἶναι. ιδʹ. ΠΕΡΙ ΕΠΑΝΑΦΟΡΜΣ. Ἐπαναφορά ἐστιν, ὅταν ἀπὸ τοῦ αὐτοῦ ὀνόματος δύο ἢ πλείω κῶλα ἄρχηται, ὡς παρὰ τῷ Δημοσθένει, ταῦτʼ εἶπον ὑπὲρ ὑμῶν, ταῦτʼ ἐπρέσβευσα, ταῦτʼ ἐδεήθην, ἢ ὅταν ἐπὶ πολὺ τὸ ὄνομα ἐν ἀρχῇ τῶν κώλων καὶ τῶν περιόδων πολλάκις παραλαμβάνη- ται, [καὶ] ἢ αὐτὸ ἢ τὸ ἰσοδυναμοῦν αὐτῷ [ὀνομάζει]. καὶ αὐτὸ μὲν ὡς τὸ Δημοσθενικόν, τίοὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σουτὸν οὐκ ἐλλεβορίζεις; καὶ ὡς τὸ Ὁμηρικόν, Νιρεὺς αὖ Σύμηθεν ἄγεν, Νιρεὺς Ἀγλαΐας υἱός. [τὸ δʼ ἰσοδυναμοῦν οὕτως, ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη. ἐνταῦθα γὰρ τό τε ἀρσενικὸν ἄρθρον καὶ τὸ θηλυκὸν ἴσον ὡς πρὸς τὸ πρᾶγμα δύναται.] τὸ δʼ ἰσοδυναμοῦν οὕτως, ὡς εἴ τις λέγοι, ἐπέδωκα τῇ πόλει χρήματα, παρ- έσχον συμμάχους, ἐχαρισάμην ὅπλα, καὶ ὡς * * αὐτοῦ τῶν δωροδοκημάτων παρακαλῇ, ὑπολαμβά- νετε καθορᾶν ἐπὶ τοῦ βήματος ἀντιπαρατε- ταγμένους, Σόλωνα μὲν τὸν καλλίστοις νό- μοις κοσμήσαντα τὴν δημοκρατίαν, Ἀριστεί- δην δὲ τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλλη- σιν, ἐπερωτῶντα, εἰ οὐκ αἰσχύνεσθε, εἰ οἱ πατέρες ὑμῶν Ἀρίθμιον τὸν Ζελείτην, καὶ τὰ ἑξῆς. ιε΄. ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ. Ἠθοποιΐα δέ ἐστιν, ὅταν ὑπάρχοντα πρόσωπα τι- θέντες λόγους τινὰς αὐτοῖς περιτιθῶμεν πρὸς τὸ πιστο- τέρους αὐτοὺς δόξαι εἶναι ἢ εἰ αὐτοὶ ἐλέγομεν αὐτούς, ὡς Αἰσχίνης ἐπὶ τοῦ Δημοσθένους, μηδενὶ δὴ τρό- πῳ καθʼ ὑμῶν αὐτῶν γέλωτα τῷ σοφ ιστῇ καὶ διατριβὴν παράσχητε, ἀλλʼ ὑπολαμβάν ετε οὐτὸν εἰσεληλυθότα οἴκαδε ὁρᾶν σεμνυνόμε- νον ἐν τῇ τῶν μειρ ακίων διατριβῇ, διεξιόντα ὡς εὖ τὸ πρᾶγμα ὑφειλόμην τῶν δικαστῶν, ἀπαγαγὼν γὰρ αὐτοὺς ἀπὸ τῶν περὶ Τίμαρ- χον αἰτιῶν ἐπέστησα φέρων ἐπὶ τὸν κατήγο- ρον καὶ Φίλιππον καὶ Φωκεῖς. καί· παρελθόν- τα εἰς τὴν ἐκκλησίαν, ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, καὶ τὰ ἑξῆς.