I. α΄. Ἔστι μὲν οὐχ ἡ τυχοῦσα δυσκολία περὶ τῶν τοῦ λόγου σχημάτων εἰπεῖν· καὶ γὰρ αὐτὰ τῷ πλήθει δυς- πόριστά ἐστι τῶν μὲν καὶ ἄπειρα φασκόντων εἶναι τὰ σχήματα, τῶν δὲ οὐκ ἄπειρα μέν, πολλὰ δὲ καὶ ἀπερίλη- πτα, καὶ πρὸς τούτῳ γε οὐ ῥᾴδιον διακρῖναι το σχῆμα ἀπὸ τοῦ τρόπου, καὶ τὰ τῆς διανοίας καὶ τῆς λέξεως ἀπʼ ἀλλήλων· ὅμως δέ, ὡς ἄν οἷόν τε ᾖ, πειρασώμεθα περὶ αὐτῶν διεξελθεῖν, τά τε ὑπὸ τῶν ἀκριβέστερον περὶ αὐτῶν γεγραφότων παραδεδομένα τιθέντες καὶ διακρί- νοντες αὐτὰ ἀπʼ ἀλλήλων, ὡς δυνατόν, τά τε κατὰ τὴν διάνοιαν καὶ τὴν λέξιν, χωρὶς μὲν τὰ τῆς διανοίας, χω- ρὶς δὲ τὰ τῆς λέξεως τάττοντες· προεκθέμενοι δὲ τὴν πρὸς τοὺς τρόπους καθόλου τῶν σχημάτων διαφορὰν καὶ τὴν πρὸς ἄλληλα τῶν τε τῆς διανοίας καὶ τῆς λέξεως οὕτως εἰς τὸν περὶ αὐτῶν τρεψόμεθα λόγον. διαφέρει τοίνυν σχῆμα τρόπου, ὅτι ὁ μὲν τρόπος περὶ ἓν ὄνομα γίνεται ἀρετή, ὥσπερ ὁ βαρβαρισμὸς κακία, τὸ δὲ σχῆμα περὶ πλείω ὀνόματα κόσμησις, ὡς ὁ σολοικισμὸς ἀκοσμία, ὥστε τὴν αὐτὴν εἶναι διαφορὰν βαρβαρισμοῦ τε πρὸς σολοικισμὸν ὡς ἐν κακίᾳ, καὶ τρόπου πρὸς σχῆμα ὡς ἐν ἀρετῇ λόγου· καθάπερ γὰρ ἐν μὲν τῷ βαρβαρισμῷ ὄνομα διορθοῦμεν, ἐν δὲ τῷ σολοικισμῷ σύνταξιν ὀνο- μάτων, οὕτω τὸν μὲν τρόπον εἰς τὸ σύνηθες μεταβάλ- λοντες ὀνόματος εἰς ὄνομα ποιησόμεθα τὴν μετάθεσιν, τὸ δὲ σχῆμα εἰς τὸ κατὰ φύσιν μεταποιοῦντες τὴν σύν- τάξιν μετακινήσομεν. ἔτι δὲ διαφέρει καὶ ταύτῃ σχῆμα τρόπου, ὅτι ὁ μὲν τρόπος ἀλλότριον ἀντὶ τοῦ ἰδίου ὅνομα ἔχει· τὴν γὰρ τροπὴν ἐκ τοῦ κυρίου λαμβάνει, οἷον κο- ρ υφὴν ὄρεος καὶ πόδα νείατον Ἴδης, τὸ δὲ σχῆ- μα τὸ ἴδιον ὄνομα τοῦ πράγματος σώζει, πῶς μέντοι κείμενον καὶ ὑπʼ αὐτῆς τῆς λέξεως πεπλασμένον· με- νούσης γὰρ τῆς κυρίας λέξεως τοιώσδε εἰλημμένης ἀπο- τελεῖται, ὡς ἔχει τὸ ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς. τούτοις μὲν οὖν ἢ ἀμφοτέροις ἢ τῷ ἑτέρῳ σχῆμα τοῦ τρόπου διενήνοχε, τὸ δὲ τῆς λέξεως σχῆμα τοῦ τῆς διανοίας διαφέρει, ὅτι τὸ μὲν τῆς λέξεως κινηθείσης τῆς λέξεως τῆς συσχούσης τὸ σχῆμα ἀπόλλυ- ται, οἷον ἀλλʼ ἢ τούτους μεταπεμπτέον, ἢ ἄλ- λην μὴ ἐλάττω στρατιὰν ἐπιπεμπτέον· εἰ γὰρ ἀντὶ τοῦ ἐπιπεμπτέον ἀποσταλτέον εἴποι τις, ἀπόλλυται τὸ σχῆμα τῆς παρονομασίας· τοῦ δὲ τῆς δια- νοίας σχήματος, κἄν τὰ ὀνόματα κινῇ τις, κἄν ἑτέροις ὀνόμασιν ἐξενέγκῃ, τὸ αὐτὸ πρᾶγμα μένει, ὁμοίως δὲ κἂν ἡ σύνταξις κινηθῇ ἢ προστεθῇ καὶ ἀφαιρεθῇ τι, λύεται τὸ σχῆμα τῆς λέξεως. τὸ γοῦν ἐπὶ σαυτὸν κα- λεῖς, ἄν οὕτως ἐξενέγκῃ τις, καλεῖς ἐπὶ σαυτὸν καὶ τοὺς νόμους, λέλυται· καὶ τὸ καί μοι μὴ θορυβήσῃ τις, ἔστι μὲν προδιόρθωσις, εἰ δὲ αὐτὸ οὕτως ἐξενέγκῃ, ἀλλὰ μὴ θορυβήσῃ τις, οὕτω γενέσθαι, δέομαι μεθʹ ἡσυχίας ἀνασχέσθαι μου, μένει τὸ αὐτὸ σχῆμα· ἡ γὰρ διάνοια οὐδὲν πάσχει τῶν ὀνομάτων τρεπομένων. τοιού- τη μὲν οὖν ἐν τούτοις ἐστὶν ἡ διαφορά. β΄. ΟΡΟΣ ΣΧΗΜΑΤΟΣ. Σχῆμα δέ ἐστιν ἐξάλλαξις λόγου ἐπὶ τὸ κρεῖττον κα- τὰ λέξιν ἢ κατὰ διάνοιαν ἄνευ τρόπου. ὅτι μὲν οὖν ἐξάλλαξις, δῆλον· ὅτι γὰρ οὐκ ἐπʼ εὐθείας ἐκφέρεται ὁ λόγος, γίνεται διὰ τοῦτο σχῆμα, πρόσκειται δὲ τὸ ἐπὶ τὸ κρεῖ ττον, ὅτι καὶ ὁ σολοικισμὸς ἐξάλλαξίς ἐστι λό- γου, ἀλλʼ ἐπὶ τὸ χεῖρον. ἵνʼ οὖν ἡ διαφορὰ σχήματός τε καὶ σολοικισμοῦ φαίνηται, διὰ τοῦτο πρόσκειται ἐπὶ τὸ κρεῖττον, τὸ δὲ ἄνευ τρόπου πρόσεστιν, ἐπεὶ καὶ ὁ τρόπος ἐξάλλαξις λόγου ἐστὶ κατὰ λέξιν. οὗτος μὲν οὖν ὁ ὅρος κοινὸς ἀμφοτέρων τῶν σχημάτων τῶν τε τῆς λέ- ξεως καὶ τῶν τῆς διανοίας, ὁρίζονται δέ τινες καὶ ἰδίᾳ ἑκάτερον τῶν σχημάτων, τὸ μὲν τῆς διανοίας οὕτω, σχῆ- μά ἐστι διανοίας μετάπλασις διανοήματος ἐκ τοῦ κατὰ φύσιν πλάττουσα πρὸς τὸ χρησιμώτερον τὴν ἀναγκαίαν διάνοιαν, τὸ δὲ τῆς λέξεως ** χρείας χάριν. τοιαύτη μέν τις ἔννοια τοῦ τε κοινοῦ σχήματος, καὶ τοῦ τῆς δια- νοίας καὶ τῆς λέξεως, λέγωμεν δὲ πρότερον περὶ τῶν τῆς διανοίας σχημάτων μικρὰ προειπόντες πρὸς τοὺς ἀναι- ροῦντας αὐτὰ καθάπαξ· φασὶ γάρ τινες οὐδὲν ἴδιον ἔχειν τὸ σχῆμα τῆς διανοίας· μηδὲ γὰρ εὑρεῖν εἶναι ῥᾴδιον λόγον ἀσχημάτιστον, καὶ τοῦτο κατὰ ἀνάγκην οὕτως ἔχειν· ὁ γὰρ λόγος ἐκ διατυπώσεως τῆς ψυχῆς ἐστιν, οὗ χάριν καὶ εὑρέθη, τὰς μορφὰς αὐτῆς καὶ τὰ πάθη καὶ συνόλως τὰ κινήματα ἐξοίσειν, ψυχὴ δὲ ἀεικίνητόν ἐστι καὶ πλείστους λαμβάνει σχηματισμούς, λόγου χάριν ὁρι- ζομένη, νουθετοῦσα, βουλευομένη, τῶν ἄλλων τῶν περὶ ψυχὴν συμβαινόντων ἕν τι πάντως πάσχουσα ἢ δρῶσα, ὥστε κατὰ τὸ τῆς ψυχῆς μίμημα ὁ λόγος ἕν τι πάντως σχῆμα ἕξει. ἔστι δὲ πρὸς ταῦτα πρῶτον ἡμῖν ἐκεῖνο εἰ- πεῖν, ὅτι εἰ μὴ ἦν διανόημα τὸ μὲν κατὰ φύσιν, τὸ δὲ ἐσχηματισμένον, οὔτ᾿ ἂν τῶν ἰδιωτῶν οἱ ῥήτορες διέφε- ρον οὔτʼ ἀλλήλων, ταὐτὰ οἱ μὲν ἁπλούστερον καὶ ἄνευ κόσμου τινὸς μετὰ λόγου λέγοντες, οἱ δὲ ἐναργέστερον καὶ οὐ μετὰ ἀκοσμίας· δῆλον γὰρ ὅτι τοῦ ἰδιώτου ὁ ῥή- τωρ τῇ πλάσει τῶν σχημάτων διενήνοχε, καὶ οἱ ῥήτορες τῶν ῥητόρων τῷ τοὺς μὲν ἐπʼ ὀλίγον καὶ ἀκαιρότερον, τοὺς δὲ πλεῖον καὶ κατὰ καιρὸν τοῖς σχήμασιν χρῆσθαι. ἔπειτα δὲ κἀκεῖνο λέγοι τις ἄν, ὅτι καὶ ἡ ψυχὴ κατʼ ἀνάγκην μὲν διηνεκῶς ἐσχημάτισται, ἔστι δʼ ὅμως καὶ ψυχῆς κατὰ φύσιν τινὰ κινήματα καὶ παρὰ φύσιν ἐπί τε τῆς καθεστώσης καὶ φρονούσης καὶ ἐπὶ τῆς ἐν πάθεσιν οὔσης, ἀφʼ ἧς οἱ παθητικοὶ λόγοι. οὕτω δὴ οὖν καὶ ὁ λόγος ἔστι μὲν [ἢ] κατὰ φύσιν ἢ κατὰ συνήθειαν ἐσχη- ματισμένος, ὃν οὔπω φαμὲν εἶναι σχῆμα, ἔστι δέ τις καὶ παρὰ ταῦτα ὁ πεπλασμένος, ὃν ἐσχηματίσθαι λέγομεν. ἔτι τοίνυν, εἰ καὶ τοῦτο δοίη τις, ὅτι πᾶς λόγος ἴδιόν τι σχῆμα ἔχει κατὰ φύσιν, ἀλλʼ ὅ γε πολιτικὸς καὶ συγγρα- φικὸς οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ μίμησιν ἐκείνου γίνε- ται. σημεῖον δὲ τοῦ λεγομένου τὸ τοιοῦτον, ἔστι τις λό- γος κατὰ φύσιν ἀνθολκήν τινα ψυχῆς ἐμφαίνων, οἷον ποίαν ἔλθω, ταύταν ἢ κείναν; τοῦτον οὔπω σχῆμα ἔχειν λέγομεν, διὰ τί; ὅτι κατὰ φύσιν ἐξενή- νεκται καὶ ἀληθῶς ὁ λέγων ἀπορεῖ. ἔστι δὲ λόγος ἕτερος κατὰ μίμησιν τούτου γεγονώς, ἔχων καὶ αὐτὸς ἀνθολ- κὴν οὕτως, ἡ τῶν ἄλλων Ἑλλήνων, εἴτε χρὴ κα- κίον εἴτε ἄγνοιαν εἴτε ἀμφότερα ταῦτα εἰ- πεῖν, τοῦτον μὲν δὴ σχῆμα ἔχειν φαμέν· οὐκ ἀπορῶν γὰρ ὁ λέγων αὐτὸς προσποιεῖται ἀπορεῖν καὶ μιμεῖται τὸν ἀποροῦντα ἐξ εὐθείας εἰπεῖν φυλαττόμενος. ταῦτα ἂν οὖν τις ἔχοι λέγειν πρὸς τοὺς ἀναιροῦντας τὰ σχή- ματα τῆς διανοίας, ὅτι κἂν πᾶς λόγος σχῆμα ἴδιον ἔχῃ [καὶ] κατὰ φύσιν, τό τε καθʼ ὁμοιότητα τούτου πανουρ- γεῖσθαί τινα καὶ πλάττεσθαί τινα λόγον οὐδεὶς ἂν εἴποι. τὸ πλαττόμενον οὖν τοῦτον τὸν τρόπον ἐξαιρέτως σχῆμα καλεῖται, καὶ ἡμεῖς περὶ τούτου ποιούμεθα τὸν λόγον, ἀλλʼ οὐ περὶ παντὸς τοῦ ὁπωσοῦν ἐσχηματισμένου λό- γου. οὐ μὴν ἀλλʼ ὅτι ἴδια μέν ἐστι τὰ κατὰ φύσιν σχή- ματα τοῦ λόγου; ἴδια δὲ τὰ κατὰ τὴν τέχνην , ἐκεῖνο ση- μεῖον ἄν εἴη, ὅτι πᾶν σχῆμα, τοῦτο δὴ περὶ οὗ καὶ λέ- γομεν, μετάγειν ἐστὶν εἰς τὸ κατὰ φύσιν, τοῦτο δὲ ἐπʼ ἐνίων μὲν ἐναργέστατα φαίνεται, ὡς ἐπὶ τῆς εἰρωνείας καὶ ἀλληγορίας καὶ ὑπερβολῆς, ἐπʼ ἐνίων δὲ δυσόριστόν ἐστιν, ὥσπερ ἐπὶ τῆς ἐρωτήσεως καὶ ἐπὶ πύσματος καὶ διαπορήματος. ταὐτὰ λέγειν ἐστὶ καὶ πρὸς τοὺς τὰ τῆς λέξεως σχήματα ἀναιροῦντας, ὡς πάσης συνθέσεως λέ- ξεως ἴδιόν τι σχῆμα ἐχούσης καὶ οὐδὲν κατὰ τὴν πλάσιν οὐδ’ ἔξαίρετον· καὶ γὰρ ὅτι διαφέρει πλάσις ῥητορικὴ τῆς τῶν ἰδιωτῶν ἐστι λέγειν, καὶ ὅτι ῥήτορες ῥητόρων ἄμεινον φράζουσι. καὶ ὅτι ἴδια σχήματα κατὰ φύσιν συν- θέσεως λέξεώς ἐστι, καὶ τὰ ἀπὸ τούτων κατὰ μίμησιν γινόμενα κατὰ τέχνην τῶν ῥητόρων, καὶ ὅτι ἔστι τὰ σχή- ματα τῆς λέξεως εἰς τὸ κατὰ φύσιν μετάγειν τὰ μὲν εὐ- χερῶς καὶ ῥᾷον, τὰ δὲ δυσκολώτερον. ἑωραμένων δὲ τούτων καὶ ἔτι περὶ τῆς χρείας, ἣν παρέχεται τὰ σχή- ματα , εἰπόντες περὶ αὐτῶν λοιπὸν ποιησόμεθα τὸν λό- γον. ἔστι τοίνυν χρεία τῶν σχημάτων κατὰ τρόπους πλείονας· ἐπίτασιν γὰρ δύναται τῶν πραγμάτων ἐμ- φαίνειν, ὡς ἔχει τὰ τοιαῦτα, σὺ δʼ ὁ σεμνὸς ἀὴρ καὶ διαπτύων τοὺς ἄλλους, καὶ πάλιν, ἔμοὶ δʼ ὅσον, εἴτε τις βούλεται νομίσαιμ ανίαν εἴτε καὶ φιλοτιμίαν· διὰ γὰρ τῆς εἰρωνείας μᾶλλον, ἢ εἰ ἔξ εὐθείας ἐλέγετο, ηὔξηται ὁ λόγος. καὶ καταβολὴν δὲ καὶ ἔκλυσιν ἐκ τῶν ἐναντίων, οὐ μέμνησθε αὐ- τοῦ τὰ ἀπίθανα ῥήμανα καὶ μιαρά, καὶ πάλιν, σὺ Θετταλοῦς ἀποστήσας· σὺ γὰρ ἂν κώμῃ προσέλθοις, ὅπου κίνδυνός ἐστι. παρέχει δὲ καὶ ἔμφασιν ἤθους χρηστοῦ, ὡς Αἰσχίνης, ἀρά μοι δοίητε συγγνώμην, εἰκίναιδον αὐτὸν προς- είποιμι, καὶ μὴ καθαρὸν τὸ σῶμα, μηδʼ ὄθεα τὴν φῶ νὴν ἀφίησι, καὶ τὰ ἑξῆς· φαίνεται γὰρ αἰ- δούμενος ἐφʼ οἷς μέλλει λέγειν. ἔστι δὲ διὰ τῶν σχημά- των δοκεῖν καὶ αὐτοσχεδίως λέγειν μηδὲ ἀπὸ παρα- σκευῆς, ὡς Δημοσθένης, ἆρά τις ἡ μῖν λοιπὸς λό- γος; ἢ οὕτω, τουτὶ μικροῦ μεπαρῆλθεν εἰπεῖν. τὰ γὰρ τοιαῦτα τὴν τοῦ δοκεῖν αὐτόθεν λέγειν ἔμφασιν ποιεῖ. καὶ μὴν ποικιλίαν τινὰ τῷ λόγῳ παρέχει τὰ σχή- ματα, ὡς ὅ γε ὁμοειδὴς προΐσταται τρόπος, δεῖ δὲ τὴν ἡδονὴν διώκειν καὶ τὴν ποικιλίαν ἐν τῷ λόγῳ μετὰ τοῦ χρησίμου καὶ μάλιστα ἐν τῷ δικανικῷ λόγῳ. παρα- δείγματα δὲ τῶν τοιούτων σχημάτων τὰ τὸν λόγον ποι- οῦντα ποικίλον παρὰ Δημοσθένει ἐν τῷ περὶ τοῦ στε- φάνου λόγῳ καὶ ἐν τῷ περὶ τῆς παραπρεσβείας· περὶ γὰρ τῆς πολιτείας πολλάκις λέγων ἁπλῶς καὶ πολλαχῶς καὶ ποικίλως πλάττει τὸν λόγον, οὗ προΐσταται, καὶ περὶ τῆς λύσεως πάλιν τῶν αἰχμαλώτων μεμνημένος συνεχέστερον δὴ τὸν περὶ αὐτῶν πεποίηται λόγον τὸ αὐτὸ πρᾶγμα μεταβάλλων καὶ ποικίλως φράζων. ταῦτα μὲν ἐπὶ τοσοῦτον, λέγωμεν δὲ ἤδη, τίνα σχήματα τῆς διανοίας. γ΄. ΠΕΡΙ ΠΡΟΔΙΟΡΘΩΣΕΩΣ. Προδιόρθωσίς ἐστιν, ὅταν μέλλωμέν τι τοιοῦτον λέ- γειν, ὃ δεῖταί τινος θεραπείας, ὥστε μὴ χαλεπῶς αὐτὸ προσδέξασθαι τὸν ἀκροατήν, καὶ προθεραπεύωμεν αὐ- τόν, ὡς ἔχει τὸ Δημοσθενικόν, βαδιοῦμαι δὲ ἐπʼ αὐτά, ἃ πέπρακταί μοι, καί με μη δεῖς ἀπαρ- τᾶν νομίσῃ τὸν λόγον τῆς γραφῆς, ἂν εἰς Ἑλ- ληνικὰς πρόξεις καὶ λόγους ἐμπέσω. ὁ αὐτός, καί μοι, πρὸς θεῶν, ὅαν ἕνεκα τοῦ βελτίστου λέγω , ἔστω παρρησία τοῦ λέγειν. καὶ πολλὰ παρʼ αὐτῷ τοῦ σχήματος τούτου παραδείγματα. δʹ. ΠΕΡΙ ΕΠΙΔΙΟΡΘΩΣΕΩΣ. Ἐπιδιόρθωσις δέ ἐστι τῇ μὲν χρείᾳ τὸ αὐτὸ τῇ προ- διορθώσει, τῇ τάξει δὲ ἐκείνης διαφέρον· ὃ γὰρ τῷ προ- ειπεῖν ποιοῦμεν θεραπεύοντες τὸν ἀκροατὴν ἐπὶ τῆς προδιορθώσεως, τὸ αὐτὸ ἐπὶ τῆς ἐπιδιορθώσεως· ἀπο- θεραπεύομεν γὰρ ἐπὶ τοῖς εἰρημένοις τὸν ἀκροατήν, ἵνα μὴ χαλεπαίνῃ πρὸς ἡμᾶς, ὡς πάλιν Δημοσθένης πολλὰ προειπὼν ἐπιφέρει, ἀξιῶ δʼ, ἄνδρες Ἀθηναῖοι, καὶ δέομὰι τοῦτο μεμνῆσθαι παρʼ ὅλον τὸν ἀγῶ να, ὅ τι μὴ κατηγορήσαντος Αἰοχίνου μη- δὲν ἔξω γραφῆς οὐδʼ ἂν ἐγὼ λόγον οὐδένα ἐποιούμην ἕτερον· πάσαις δʼ αἰτίαις καὶ βλασφημίαις ἄμα τούτου κεχρημ ένου, ἀνάγκη με πρὸς ἓν ἕκ καστον τῶν εἰρ ημ ένω ν βρα χέα ἀπολογήσασθαι. ε΄. ΠΕΡΙ ΑΜΦΙΔΙΟΡΘΩΣΕΩΣ. Τοῦτο μικτόν ἐστι τὸ σχῆμα ἔκ τε τῆς προδιορθώ- σεως καὶ ἐπιδιορθώσεως, ὅταν καὶ πρὶν εἰπεῖν καὶ εἰ- πόντες ἀσφαλιζώμεθα τὸν λόγον. γίνεται δὲ τοῦτο οὐκ ἐπὶ τῶν τυχόντων, ἀλλʼ ἐπὶ τῶν μείζονος προμηθείας δεομένων, ὡς εἰ λέγοι τις, ἐγῶ μὲν λέγω , καὶ μηδεὶς ἀηδῶς ἀκούσῃ τὸ λεγόμενον, ἄν ἀληθὲς ἂν φαίνηται, μεγάλων ἄξιον ἐμαυτὸν ἐνόμιζον ἐξ ὧν διεπεπράγμην καὶ πάσης παρρησίας καὶ τῶν μεγίστων τιμῶν· νομίζω μηδένα τούτοις ἄχθεσθαι τοῖς λόγοις, εἰ πάντα τὰ μέ- γιστα πράξας τῶν μεγίστων ἄξιον ἐμαυτὸν ἀποφαίνω, καὶ ὡς ἔχει τὸ Δημοσθενικόν, εἰ γὰρ οἷος ἐγὼ παῤ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν, εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνικῶν πόλεων ἀνὴρ ἐγένετο, μᾶλ- λον δʼ εἰ ἕνα ἄνδρα Ἀρκαδία καὶ ἕνα Θετταλία ταὐτὰ φρονοῦντα ἔσχεν ἐμοί. καὶ γὰρ λέγων κα- τὰ τὴν ἐμαυτοῦ τάξιν προαπολύεται τὸ ἐπαχθές, καὶ τῷ μᾶλλον δʼ εἰ ἕνα τὸ δοκοῦν ἐνδεεστέρως εἰρῆσθαι προσεπηνώρθωται.