Ἐπὶ τοῦτον δὲ τὸν λόγον εἶμι πρῶτον, ὡς ἀδύνατός εἰμι τοῦτο πράττειν. ἔδει γάρ τινα πρῶτον ἀρχὴν γενέσθαι τῆς προδοσίας, ἡ δ᾿ ἀρχὴ λόγος ἂν εἴη· πρὸ γὰρ τῶν μελλόντων ἔργων ἀνάγκη λόγους γίγνεσθαι πρότερον. λόγοι δὲ πῶς ἂν γένοιντο μὴ συνουσίας τινὸς γενομένης; συνουσία δὲ τίνα τρόπον γένοιτ᾿ ἂν μήτ᾿ ἐκείνου πρὸς ἐμὲ πέμψαντος μήτε του παρ᾿ ἐμοῦ πρὸς ἐκεῖνον ἐλθόντος; οὐδὲ γὰρ παραγγελία διὰ γραμμάτων ἀφίκοιτ᾿ ἂν ἄνευ τοῦ φέροντος. Ἀλλὰ δὴ τοῦτο τῷ λόγῳ δυνατὸν γενέσθω. καὶ δὴ τοίνυν σύνειμι καὶ σύνεστι κἀκεῖνος ἐμοὶ κἀκείνῳ ἐγώ. τίνα τρόπον; τίνι τίς ὤν; Ἕλλην βαρβάρῳ. πῶς ἀκούων καὶ λέγων; πότερα μόνος μόνῳ; ἀλλ᾿ ἀγνοήσομεν τοὺς ἀλλήλων λόγους. ἀλλὰ μεθ᾿ ἑρμηνέως; τρίτος ἄρα μάρτυς γίγνεται τῶν κρύπτεσθαι δεομένων.