Ἐπὶ τοῦτον δὲ τὸν λόγον εἶμι πρῶτον, ὡς ἀδύνατός εἰμι τοῦτο πράττειν. ἔδει γάρ τινα πρῶτον ἀρχὴν γενέσθαι τῆς προδοσίας, ἡ δ᾿ ἀρχὴ λόγος ἂν εἴη· πρὸ γὰρ τῶν μελλόντων ἔργων ἀνάγκη λόγους γίγνεσθαι πρότερον. λόγοι δὲ πῶς ἂν γένοιντο μὴ συνουσίας τινὸς γενομένης; συνουσία δὲ τίνα τρόπον γένοιτ᾿ ἂν μήτ᾿ ἐκείνου πρὸς ἐμὲ πέμψαντος μήτε του παρ᾿ ἐμοῦ πρὸς ἐκεῖνον ἐλθόντος; οὐδὲ γὰρ παραγγελία διὰ γραμμάτων ἀφίκοιτ᾿ ἂν ἄνευ τοῦ φέροντος. Ἀλλὰ δὴ τοῦτο τῷ λόγῳ δυνατὸν γενέσθω. καὶ δὴ τοίνυν σύνειμι καὶ σύνεστι κἀκεῖνος ἐμοὶ κἀκείνῳ ἐγώ. τίνα τρόπον; τίνι τίς ὤν; Ἕλλην βαρβάρῳ. πῶς ἀκούων καὶ λέγων; πότερα μόνος μόνῳ; ἀλλ᾿ ἀγνοήσομεν τοὺς ἀλλήλων λόγους. ἀλλὰ μεθ᾿ ἑρμηνέως; τρίτος ἄρα μάρτυς γίγνεται τῶν κρύπτεσθαι δεομένων. Ἀλλὰ δὴ καὶ τοῦτο γενέσθω, καίπερ οὐ γενόμενον. ἔδει δή μ᾿ ἐπὶ τούτοις πίστιν δοῦναι καὶ δέξασθαι. τίς οὖν ἂν ἦν ἡ πίστις; πότερον ὅρκος; τίς οὖν ἐμοὶ τῷ προδότῃ πιστεύειν ἔμελλεν; ἀλλ᾿ ὅμηροι; τίνες; οἷον ἐγὼ τὸν ἀδελφὸν ἔδωκ᾿ ἄν, οὐ γὰρ εἶχον ἄλλον, ὁ δὲ βάρβαρος τῶν υἱέων τινά· πιστότατα γὰρ ἂν ἦν οὕτως ἐμοί τε παρ᾿ ἐκείνου κείνῳ τε παρ᾿ ἐμοῦ. ταῦτα δὲ γιγνόμενα πᾶσιν ὑμῖν ἂν ἦν φανερά. Φήσει τις ὡς χρήμασι τὴν πίστιν ἐποιούμεθα, κεῖνος μὲν διδούς, ἐγὼ δὲ λαμβάνων. πότερον οὖν ὀλίγοις; ἀλλ᾿ οὐκ εἰκὸς ἀντὶ μεγάλων ὑπουργημάτων ὀλίγα χρήματα λαμβάνειν. ἀλλὰ πολλά; τίς οὖν ἂν ἦν ἡ κομιδή; πόσοι δ᾿ ἂν ἐκόμισαν; εἷς ἢ πολλοί; πολλῶν μὲν γὰρ κομιζόντων πολλοὶ ἂν ἦσαν οἱ μάρτυρες τῆς ἐπιβουλῆς, ἑνὸς δὲ κομίζοντος οὐκ ἂν πολύ τι τὸ φερόμενον ἦν. πότερα δ᾿ ἐκόμισεν ἡμέρας ἢ νυκτός; ἀλλὰ πολλαὶ καὶ πυκναὶ φυλακαί, δι᾿ ὧν οὐκ ἔστι λαθεῖν. ἀλλ᾿ ἡμέρας; ἀλλά γε τὸ φῶς πολεμεῖ τοῖς τοιούτοις. εἶεν. ἐγὼ δ᾿ ἐξελθὼν ἐδεξάμην, ἢ κεῖνος ὁ φέρων εἰσῆλθεν; ἀμφότερα γὰρ ἄπορα. λαβὼν δὲ δὴ πῶς ἂν ἔκρυψα καὶ τοὺς ἔνδον καὶ τοὺς ἔξω; ποῦ δ᾿ ἄν ἔθηκα; πῶς δ᾿ ἂν ἐφύλαξα; χρώμενος δ᾿ ἂν φανερὸς ἐγενόμην· μὴ χρώμενος δὲ τί ἂν ὠφελούμην ἀπ᾿ αὐτῶν;