δηλῶν μὲν ὅτι τοῖς τοιούτοις τὸν νοῦν προσέχω, σημεῖον δὲ ποιούμενος ὅτι τῶν αἰσχρῶν καὶ τῶν κακῶν ἔργων ἀπέχομαι· τὸ γὰρ ἐκείνοις τὸν νοῦν προσέχοντα τοῖς τοιούτοις προσέχειν ἀδύνατον. ἀξιῶ δ᾿, εἰ μηδὲν αὐτὸς ὑμᾶς ἀδικῶ, μηδ᾿ αὐτὸς ὑφ᾿ ὑμῶν ἀδικηθῆναι.