φήσαιμι δ᾿ ἄν, καὶ φήσας οὐκ ἂν ψευσαίμην οὐδ᾿ ἂν ἐλεγχθείην, οὐ μόνον ἀναμάρτητος ἀλλὰ καὶ μέγας εὐεργέτης ὑμῶν καὶ τῶν Ἑλλήνων καὶ τῶν ἁπάντων ἀνθρώπων, οὐ μόνον τῶν νῦν ὄντων ἀλλὰ καὶ τῶν μελλόντων, εἶναι. τίς γὰρ ἄλλος ἐποίησε τὸν ἀνθρώπινον βίον πόριμον ἐξ ἀπόρου καὶ κεκοσμημένον ἐξ ἀκόσμου, τάξεις τε πολεμικὰς εὑρών, μέγιστον εἰς πλεονεκτήματα, νόμους τε γραπτούς, φύλακας τοῦ δικαίου, γράμματά τε, μνήμης ὄργανον, μέτρα τε καὶ σταθμά, συναλλαγῶν εὐπόρους διαλλαγάς, ἀριθμόν τε, χρημάτων φύλακα, πυρσούς τε, κρατίστους καὶ ταχίστους ἀγγέλους, πεσσούς τε, σχολῆς ἄλυπον διατριβήν; τίνος οὖν ἕνεκα ταῦθ᾿ ὑμᾶς ὑπέμνησα; δηλῶν μὲν ὅτι τοῖς τοιούτοις τὸν νοῦν προσέχω, σημεῖον δὲ ποιούμενος ὅτι τῶν αἰσχρῶν καὶ τῶν κακῶν ἔργων ἀπέχομαι· τὸ γὰρ ἐκείνοις τὸν νοῦν προσέχοντα τοῖς τοιούτοις προσέχειν ἀδύνατον. ἀξιῶ δ᾿, εἰ μηδὲν αὐτὸς ὑμᾶς ἀδικῶ, μηδ᾿ αὐτὸς ὑφ᾿ ὑμῶν ἀδικηθῆναι.