Βουλοίμην δ᾿ ἂν παρὰ σοῦ πυθέσθαι, πότερα τοὺς σοφοὺς ἄνδρας νομίζεις ἀνοήτους ἢ φρονίμους. εἰ μὲν γὰρ ἀνοήτους, καινὸς ὁ λόγος, ἀλλ᾿ οὐκ ἀληθής· εἰ δὲ φρονίμους, οὐ δήπου προσήκει τούς γε φρονοῦντας ἐξαμαρτάνειν τὰς μεγίστας ἁμαρτίας καὶ μᾶλλον αἱρεῖσθαι κακὰ πρὸ τῶν ἀγαθῶν. εἰ μὲν οὖν εἰμὶ σοφός, οὐχ ἥμαρτον· εἰ δ᾿ ἥμαρτον, οὐ σοφός εἰμι. ὥστε δι᾿ ἀμφότερ᾿ ἂν εἴης ψευδής.