Βουλοίμην δ᾿ ἂν παρὰ σοῦ πυθέσθαι, πότερα τοὺς σοφοὺς ἄνδρας νομίζεις ἀνοήτους ἢ φρονίμους. εἰ μὲν γὰρ ἀνοήτους, καινὸς ὁ λόγος, ἀλλ᾿ οὐκ ἀληθής· εἰ δὲ φρονίμους, οὐ δήπου προσήκει τούς γε φρονοῦντας ἐξαμαρτάνειν τὰς μεγίστας ἁμαρτίας καὶ μᾶλλον αἱρεῖσθαι κακὰ πρὸ τῶν ἀγαθῶν. εἰ μὲν οὖν εἰμὶ σοφός, οὐχ ἥμαρτον· εἰ δ᾿ ἥμαρτον, οὐ σοφός εἰμι. ὥστε δι᾿ ἀμφότερ᾿ ἂν εἴης ψευδής. Ἀντικατηγορῆσαι δέ σου πολλὰ καὶ μεγάλα καὶ παλαιὰ καὶ νέα προσόντα δυνάμενος οὐ βούλομαι· βούλομαι γὰρ οὐ τοῖς σοῖς κακοῖς ἀλλὰ τοῖς ἐμοῖς ἀγαθοῖς ἀποφεύγειν τὴν αἰτίαν ταύτην. πρὸς μὲν οὖν σὲ ταῦτα.