οὐ μὴν οὐδὲ παρὰ τοῖς βαρβάροις πιστῶς ἂν διεκείμην· πῶς γάρ, οἵτινες ἀπιστότατον ἔργον συνηπίσταντό μοι πεποιηκότι, τοὺς φίλους τοῖς ἐχθροῖς παραδεδωκότι; βίος δ᾿ οὐ βιωτὸς πίστεως ἐστερημένῳ. χρήματα μὲν γὰρ ἀποβαλὼν ἢ τυραννίδος ἐκπεσὼν ἢ τὴν πατρίδα φυγὼν ἀναλάβοι τις ἄν· ὁ δὲ πίστιν ἀποβαλὼν οὐκ ἂν ἔτι κτήσαιτο. ὅτι μὲν οὖν οὔτ᾿ ἂν ἐδυνάμην οὔτ᾿ ἂν ἐβουλόμην προδοῦναι τὴν Ἑλλάδα, διὰ τῶν προειρημένων δέδεικται. Βούλομαι δὲ μετὰ ταῦτα πρὸς τὸν κατήγορον διαλεχθῆναι. τίνι ποτὲ πιστεύσας τοιοῦτος ὢν τοιούτου κατηγορεῖς; ἄξιον γὰρ καταμαθεῖν, οἷος ὢν οἷα λέγεις, ὡς ἀνάξιος ἀναξίῳ. πότερα γάρ μου κατηγορεῖς εἰδὼς ἀκριβῶς ἢ δοξάζων; εἰ μὲν γὰρ εἰδώς, οἶσθ᾿ ἰδὼν ἢ μετέχων ἤ του μετέχοντος πυθόμενος. εἰ μὲν οὖν ἰδών, φράσον τούτοις τὸν τρόπον , τὸν τόπον, τὸν χρόνον, πότε, ποῦ, πῶς εἶδες· εἰ δὲ μετέχων, ἔνοχος εἶ ταῖς αὐταῖς αἰτίαις· εἰ δέ του μετέχοντος ἀκούσας, ὅστις ἐστίν, αὐτὸς ἐλθέτω, φανήτω, μαρτυρησάτω. πιστότερον γὰρ οὕτως ἔσται τὸ κατηγόρημα μαρτυρηθέν· ἐπεὶ νῦν γ᾿ οὐδέτερος ἡμῶν παρέχεται μάρτυρα. φήσεις ἴσως ἴσον εἶναι τὸ σέ τε τῶν γενομένων, ὡς σὺ φής, μὴ παρέχεσθαι μάρτυρας, τῶν τε μὴ γενομένων ἐμέ. τὸ δ᾿ οὐκ ἴσον ἐστί· τὰ μὲν γὰρ ἀγένητα πῶς οὐκ ἀδύνατα μαρτυρηθῆναι; περὶ δὲ τῶν γενομένων οὐ μόνον οὐκ ἀδύνατον, ἀλλὰ καὶ ῥᾴδιον, οὐδὲ μόνον ῥᾴδιον, ἀλλὰ . . . . . σοὶ μὲν οὖν ἦν οἷόν τε μόνῳ μὴ μόνον μάρτυρας ἀλλὰ καὶ ψευδομάρτυρας εὑρεῖν, ἐμοὶ δ᾿ οὐδέτερον εὑρεῖν τούτων δυνατόν. Ὅτι μὲν οὖν οὐκ οἶσθ᾿ ἃ κατηγορεῖς, φανερόν· τὸ δὴ λοιπὸν οὐκ εἰδότα σε δοξάζειν. εἶτ᾿, ὦ πάντων ἀνθρώπων τολμηρότατε, δόξῃ πιστεύσας, ἀπιστοτάτῳ πράγματι, τὴν ἀλήθειαν οὐκ εἰδώς, τολμᾷς ἄνδρα περὶ θανάτου διώκειν; ᾧ τί τοιοῦτον ἔργον εἰργασμένῳ σύνοισθα; ἀλλὰ μὴν τό γε δοξάσαι κοινὸν ἅπασι περὶ πάντων, καὶ οὐδὲν ἐν τούτῳ σὺ τῶν ἄλλων σοφώτερος. ἀλλ᾿ οὔτε τοῖς δοξάζουσι δεῖ πιστεύειν ἀλλὰ τοῖς εἰδόσιν, οὔτε τὴν δόξαν τῆς ἀληθείας πιστοτέραν νομίζειν ἀλλὰ τἀναντία τὴν ἀλήθειαν τῆς δόξης. Κατηγόρησας δέ μου διὰ τῶν εἰρημένων λόγων δύο τἀναντιώτατα, σοφίαν καὶ μανίαν, ὥπερ οὐχ οἷόν τε τὸν αὐτὸν ἄνθρωπον ἔχειν. ὅπου μὲν γάρ με φὴς εἶναι τεχνήεντά τε καὶ δεινὸν καὶ πόριμον, σοφίαν μου κατηγορεῖς, ὅπου δὲ λέγεις ὡς προὐδίδουν τὴν Ἑλλάδα, μανίαν· μανία γάρ ἐστιν ἔργοις ἐπιχειρεῖν ἀδυνάτοις, ἀσυμφόροις, αἰσχροῖς, ἀφ᾿ ὧν τις τοὺς μὲν φίλους βλάψει, τοὺς δ᾿ ἐχθροὺς ὠφελήσει, τὸν δ᾿ αὑτοῦ βίον ἐπονείδιστον καὶ σφαλερὸν καταστήσει. καίτοι πῶς χρὴ ἀνδρὶ τοιούτῳ πιστεύειν, ὅστις τὸν αὐτὸν λόγον λέγων πρὸς τοὺς αὐτοὺς ἄνδρας περὶ τῶν αὐτῶν τἀναντιώτατα λέγει;