Ἀλλὰ δὴ φίλους ὠφελεῖν βουλόμενος ἢ πολεμίους βλάπτειν; καὶ γὰρ τούτων ἕνεκά τις ἂν ἀδικήσειεν. ἐμοὶ δὲ πᾶν τοὐναντίον ἐγίγνετο· τοὺς μὲν φίλους κακῶς ἐποίουν, τοὺς δ᾿ ἐχθροὺς ὠφέλουν. ἀγαθῶν μὲν οὖν κτῆσιν οὐδεμίαν εἶχεν ἡ πρᾶξις· κακῶς δὲ παθεῖν οὐδὲ εἷς ἐπιθυμῶν πανουργεῖ. Τὸ δὲ λοιπόν ἐστιν, ἤ τινα φόβον ἢ πόνον ἢ κίνδυνον φεύγοντα πρᾶξαι ταῦτα· τούτων δ᾿ οὐδεὶς ἂν εἰπεῖν ἔχοι τί μοι προσῆκεν. δισσῶν γὰρ τούτων ἕνεκα πάντες πάντα πράττουσιν, ἢ κέρδος τι μετιόντες ἢ ζημίαν φεύγοντες· ὅσα δὲ τούτων ἔξω πανουργεῖται . . . . . ὅσα δὲ κακῶς ἐμαυτὸν ἐποίουν ταῦτα πράττων, οὐκ ἄδηλον· προδιδοὺς γὰρ τὴν Ἑλλάδα προὐδίδουν ἐμαυτόν, τοκέας, φίλους, ἀξίωμα προγόνων, ἱερὰ πατρῷα, τάφους, πατρίδα τὴν μεγίστην τῆς Ἑλλάδος. ἃ δὲ πᾶσι περὶ παντός ἐστι, ταῦτ᾿ ἂν τοῖς ἀδικηθεῖσιν ἐνεχείρισα.