Καὶ μὴν οὐδ᾿ ἂν τιμῆς ἕνεκα τοιούτοις ἔργοις ἀνὴρ ἐπιχειρήσειε καὶ μέσως φρόνιμος. ἀπ᾿ ἀρετῆς γὰρ ἀλλ᾿ οὐκ ἀπὸ κακότητος αἱ τιμαί· προδότῃ δὲ τῆς Ἑλλάδος ἀνδρὶ πῶς ἂν γένοιτο τιμή; πρὸς δὲ τούτοις οὐδὲ τιμῆς ἐτύγχανον ἐνδεὴς ὤν· ἐτιμώμην γὰρ ἐπὶ τοῖς ἐντιμοτάτοις ὑπὸ τῶν ἐντιμοτάτων, ὑφ᾿ ὑμῶν ἐπὶ σοφίᾳ. Καὶ μὴν οὐδ᾿ ἀσφαλείας οὕνεκά τις ἂν ταῦτα πράξαι. πᾶσι γὰρ ὅ γε προδότης πολέμιος, τῷ νόμῳ, τῇ δίκῃ, τοῖς θεοῖς, τῷ πλήθει τῶν ἀνθρώπων. τὸν μέν γε νόμον παραβαίνει, τὴν δὲ δίκην καταλύει, τὸ δὲ θεῖον ἀτιμάζει, τὸ δὲ πλῆθος διαφθείρει. τῷ δὲ τοιούτῳ βίῳ περὶ κινδύνων τῶν μεγίστων οὐδ᾿ ἔχει ἀσφάλειαν. Ἀλλὰ δὴ φίλους ὠφελεῖν βουλόμενος ἢ πολεμίους βλάπτειν; καὶ γὰρ τούτων ἕνεκά τις ἂν ἀδικήσειεν. ἐμοὶ δὲ πᾶν τοὐναντίον ἐγίγνετο· τοὺς μὲν φίλους κακῶς ἐποίουν, τοὺς δ᾿ ἐχθροὺς ὠφέλουν. ἀγαθῶν μὲν οὖν κτῆσιν οὐδεμίαν εἶχεν ἡ πρᾶξις· κακῶς δὲ παθεῖν οὐδὲ εἷς ἐπιθυμῶν πανουργεῖ. Τὸ δὲ λοιπόν ἐστιν, ἤ τινα φόβον ἢ πόνον ἢ κίνδυνον φεύγοντα πρᾶξαι ταῦτα· τούτων δ᾿ οὐδεὶς ἂν εἰπεῖν ἔχοι τί μοι προσῆκεν. δισσῶν γὰρ τούτων ἕνεκα πάντες πάντα πράττουσιν, ἢ κέρδος τι μετιόντες ἢ ζημίαν φεύγοντες· ὅσα δὲ τούτων ἔξω πανουργεῖται . . . . . ὅσα δὲ κακῶς ἐμαυτὸν ἐποίουν ταῦτα πράττων, οὐκ ἄδηλον· προδιδοὺς γὰρ τὴν Ἑλλάδα προὐδίδουν ἐμαυτόν, τοκέας, φίλους, ἀξίωμα προγόνων, ἱερὰ πατρῷα, τάφους, πατρίδα τὴν μεγίστην τῆς Ἑλλάδος. ἃ δὲ πᾶσι περὶ παντός ἐστι, ταῦτ᾿ ἂν τοῖς ἀδικηθεῖσιν ἐνεχείρισα. Σκέψασθε δὲ καὶ τόδε. πῶς οὐκ ἂν ἀβίωτος ἦν ὁ βίος μοι πράξαντι ταῦτα; ποῖ γὰρ τραπέσθαι με χρῆν; πότερον εἰς τὴν Ἑλλάδα; δίκην δώσοντα τοῖς ἠδικημένοις; τίς δ᾿ ἂν ἀπείχετό μου τῶν κακῶς πεπονθότων; ἀλλὰ μένειν ἐν τοῖς βαρβάροις; παραμελήσαντα πάντων τῶν μεγίστων, ἐστερημένον τῆς καλλίστης τιμῆς, ἐν αἰσχίστῃ δυσκλείᾳ διάγοντα, τοὺς ἐν τῷ παροιχομένῳ βίῳ πόνους ἐπ᾿ ἀρετῇ πεπονημένους ἀπορρίψαντα; καὶ ταῦτα δι᾿ ἐμαυτόν, ὅπερ αἴσχιστον ἀνδρί, δυστυχεῖν δι᾿ αὑτόν.