ἀλλὰ τῶν βαρβάρων ; ὁ δὲ παραδώσων τίς; ἐγὼ δὲ ποίᾳ δυνάμει παραλήψομαι Ἕλλην βαρβάρους, εἷς ὢν πολλούς; πείσας ἢ βιασάμενος; οὔτε γὰρ ἐκεῖνοι πεισθῆναι βούλοιντ᾿ ἄν, οὔτ᾿ ἐγὼ βιάσασθαι δυναίμην. ἀλλ᾿ ἴσως ἑκόντες ἑκόντι παραδώσουσιν ἑαυτούς , μισθὸν τῆς προδοσίας ἀντιδιδόντες; ἀλλά γε ταῦτα πολλῆς μωρίας καὶ πιστεῦσαι καὶ λέξαι· τίς γὰρ ἂν ἕλοιτο δουλείαν ἀντ᾿ ἐλευθερίας, ἀντὶ τοῦ κρατίστου τὸ κάκιστον; Εἴποι τις ἂν ὅτι πλούτου καὶ χρημάτων ἐρασθεὶς ἐπεχείρησα τούτοις. ἀλλὰ χρήματα μέτρια μὲν κέκτημαι, πολλῶν δ᾿ οὐδὲν δέομαι. πολλῶν γὰρ δέονται χρημάτων οἱ πολλὰ δαπανῶντες, ἀλλ᾿ οὐχ οἱ . . . . , οὐδ᾿ οἱ κρείττονες τῶν τῆς φύσεως ἡδονῶν, ἀλλ᾿ οἱ δουλεύοντες ταῖς ἡδοναῖς καὶ ζητοῦντες ἀπὸ πλούτου καὶ μεγαλοπρεπείας τὰς τιμὰς κτᾶσθαι. τούτων δ᾿ ἐμοὶ πρόσεστιν οὐδέν. ὡς δ᾿ ἀληθῆ λέγω, μάρτυρα πιστὸν παρέξομαι τὸν παροιχόμενον βίον· τῷ δὲ μάρτυρι μάρτυρες ὑμεῖς ἐστε· σύνεστε γάρ μοι, διὸ σύνιστε ταῦτα.