δηλονότι τοὺς πολεμίους εἰσαγαγεῖν ἔδει κρείττονας ὑμῶν· ὅπερ ἀδύνατον. πῶς δ᾿ ἂν οὖν εἰσήγαγον; πότερα διὰ πυλῶν; ἀλλ᾿ οὐκ ἐμὸν ταύτας οὔτε κλῄειν οὔτ᾿ ἀνοίγειν, ἀλλ᾿ ἡγεμόνες κύριοι τούτων. ἀλλ᾿ ὑπὲρ τειχῶν διὰ κλίμακος; οὐκοῦν . . . . . . . ἅπαντα γὰρ πλήρη φυλακῶν. ἀλλὰ διελὼν τοῦ τείχους; ἅπασιν ἄρα φανερὰ γένοιτ᾿ ἄν. ὑπαίθριος γὰρ ὁ βίος· στρατόπεδον γάρ ἐστιν ἐν ὅπλοις, ἐν ᾧ πάντες πάντας ὁρῶσι καὶ πάντες ὑπὸ πάντων ὁρῶνται. πάντως ἄρα καὶ πάντῃ ταῦτα πράττειν ἀδύνατον ἦν μοι Σκέψασθε τοίνυν καὶ τόδε. τίνος ἕνεκα προσῆκέ μοι βουληθῆναι ταῦτα πράττειν, εἰ μάλιστα πάντων ἐδυνάμην; οὐδεὶς γὰρ βούλεται προῖκα τοὺς μεγίστους κινδύνους κινδυνεύειν οὐδὲ τὴν μεγίστην κακότητ᾿ εἶναι κάκιστος, ἀλλ᾿ ἕνεκά του. τίνος ἂν οὖν; καὶ αὖθις πρὸς τόδ᾿ ἐπάνειμι. πότερον ἂν τοῦ τυραννεῖν; ὑμῶν ἢ τῶν βαρβάρων; ἀλλ᾿ ὑμῶν ἀδύνατον τοσούτων καὶ τοιούτων, οἷς ὑπάρχει πάντα τὰ μέγιστα, προγόνων ἀρεταί, χρημάτων πλῆθος, ἀριστεῖαι μαχῶν , ἀκμὴ φρονημάτων, βασιλεία πόλεων.