Καὶ δὴ τοίνυν γενέσθω καὶ τὰ μὴ γενόμενα. συνήλθομεν, εἴπομεν, ἠκούσαμεν, χρήματα παρ᾿ αὐτῶν ἔλαβον, ἔλαθον λαβών, ἔκρυψα. ἔδει δήπου πράττειν ὧν ἕνεκα ταῦτ᾿ ἐγένετο. τοῦτο τοίνυν ἔτι τῶν εἰρημένων ἀπορώτερον. πότερα μὲν γὰρ αὐτὸς ἔπραττον ἢ μεθ᾿ ἑτέρων; ἀλλ᾿ οὐχ ἑνὸς ἡ πρᾶξις. ἀλλὰ μεθ᾿ ἑτέρων; τίνων; δηλονότι τῶν συνόντων. πότερον ἐλευθέρων ἢ δούλων; ἐλευθέροις μὲν γὰρ ὑμῖν σύνειμι. τίς οὖν ὑμῶν ξύνοιδε; λεγέτω. δούλοις δὲ πῶς οὐκ ἄπιστον; ἑκόντες τε γὰρ ἐπ᾿ ἐλευθερίᾳ χειμαζόμενοί τε δι᾿ ἀνάγκην κατηγοροῦσιν. ἡ δὲ πρᾶξις πῶς ἂν ἐγένετο; δηλονότι τοὺς πολεμίους εἰσαγαγεῖν ἔδει κρείττονας ὑμῶν· ὅπερ ἀδύνατον. πῶς δ᾿ ἂν οὖν εἰσήγαγον; πότερα διὰ πυλῶν; ἀλλ᾿ οὐκ ἐμὸν ταύτας οὔτε κλῄειν οὔτ᾿ ἀνοίγειν, ἀλλ᾿ ἡγεμόνες κύριοι τούτων. ἀλλ᾿ ὑπὲρ τειχῶν διὰ κλίμακος; οὐκοῦν . . . . . . . ἅπαντα γὰρ πλήρη φυλακῶν. ἀλλὰ διελὼν τοῦ τείχους; ἅπασιν ἄρα φανερὰ γένοιτ᾿ ἄν. ὑπαίθριος γὰρ ὁ βίος· στρατόπεδον γάρ ἐστιν ἐν ὅπλοις, ἐν ᾧ πάντες πάντας ὁρῶσι καὶ πάντες ὑπὸ πάντων ὁρῶνται. πάντως ἄρα καὶ πάντῃ ταῦτα πράττειν ἀδύνατον ἦν μοι Σκέψασθε τοίνυν καὶ τόδε. τίνος ἕνεκα προσῆκέ μοι βουληθῆναι ταῦτα πράττειν, εἰ μάλιστα πάντων ἐδυνάμην; οὐδεὶς γὰρ βούλεται προῖκα τοὺς μεγίστους κινδύνους κινδυνεύειν οὐδὲ τὴν μεγίστην κακότητ᾿ εἶναι κάκιστος, ἀλλ᾿ ἕνεκά του. τίνος ἂν οὖν; καὶ αὖθις πρὸς τόδ᾿ ἐπάνειμι. πότερον ἂν τοῦ τυραννεῖν; ὑμῶν ἢ τῶν βαρβάρων; ἀλλ᾿ ὑμῶν ἀδύνατον τοσούτων καὶ τοιούτων, οἷς ὑπάρχει πάντα τὰ μέγιστα, προγόνων ἀρεταί, χρημάτων πλῆθος, ἀριστεῖαι μαχῶν , ἀκμὴ φρονημάτων, βασιλεία πόλεων. ἀλλὰ τῶν βαρβάρων ; ὁ δὲ παραδώσων τίς; ἐγὼ δὲ ποίᾳ δυνάμει παραλήψομαι Ἕλλην βαρβάρους, εἷς ὢν πολλούς; πείσας ἢ βιασάμενος; οὔτε γὰρ ἐκεῖνοι πεισθῆναι βούλοιντ᾿ ἄν, οὔτ᾿ ἐγὼ βιάσασθαι δυναίμην. ἀλλ᾿ ἴσως ἑκόντες ἑκόντι παραδώσουσιν ἑαυτούς , μισθὸν τῆς προδοσίας ἀντιδιδόντες; ἀλλά γε ταῦτα πολλῆς μωρίας καὶ πιστεῦσαι καὶ λέξαι· τίς γὰρ ἂν ἕλοιτο δουλείαν ἀντ᾿ ἐλευθερίας, ἀντὶ τοῦ κρατίστου τὸ κάκιστον; Εἴποι τις ἂν ὅτι πλούτου καὶ χρημάτων ἐρασθεὶς ἐπεχείρησα τούτοις. ἀλλὰ χρήματα μέτρια μὲν κέκτημαι, πολλῶν δ᾿ οὐδὲν δέομαι. πολλῶν γὰρ δέονται χρημάτων οἱ πολλὰ δαπανῶντες, ἀλλ᾿ οὐχ οἱ . . . . , οὐδ᾿ οἱ κρείττονες τῶν τῆς φύσεως ἡδονῶν, ἀλλ᾿ οἱ δουλεύοντες ταῖς ἡδοναῖς καὶ ζητοῦντες ἀπὸ πλούτου καὶ μεγαλοπρεπείας τὰς τιμὰς κτᾶσθαι. τούτων δ᾿ ἐμοὶ πρόσεστιν οὐδέν. ὡς δ᾿ ἀληθῆ λέγω, μάρτυρα πιστὸν παρέξομαι τὸν παροιχόμενον βίον· τῷ δὲ μάρτυρι μάρτυρες ὑμεῖς ἐστε· σύνεστε γάρ μοι, διὸ σύνιστε ταῦτα.