Ἡ μὲν κατηγορία καὶ [ἡ ἀπολογία] κρίσις οὐ περὶ θανάτου γίγνεται· θάνατον μὲν γὰρ ἡ φύσις φανερᾷ τῇ ψήφῳ πάντων κατεψηφίσατο τῶν θνητῶν, ᾗπερ ἡμέρᾳ τις ἐγένετο· περὶ δὲ τῆς ἀτιμίας καὶ τῆς τιμῆς ὁ κίνδυνός ἐστι, πότερά με χρὴ . . . δικαίως ἀποθανεῖν, ἢ μετ᾿ ὀνειδῶν μεγίστων καὶ τῆς αἰσχίστης αἰτίας βιαίως ἀποθανεῖν.