<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0592.tlg005.1st1K-grc1"><div type="textpart" subtype="section" n="6"><note type="marginal">430</note><p>Τῶν δὲ αὐθαδῶν καὶ τολμηρῶν διανοημάτων θερα 6
καὶ παραμυθίαι δύο, ἢ βραχεῖα προσθήκη ἢ ὁμολογία
<lb n="5"/> τοῦ τολμήματος. βραχεῖα μὲν οὖν προσθήκη οὔτως
«ὁ μὲν οὖν παρὼν καιρός, Ἀθηναῖοι, μονονουχὶ
λέγει φωνὴν ἀφιείς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων
αὐτοῖς ἀντιληπτέον ἐστί» καὶ πάλιν ἀλλαχοῦ «ὥσπερ
ἑωλοκρασίαν τινά μου τῆς ἑαυτοῦ πονηρίας κατασκεεδάσας»·
<lb n="10"/> καὶ Πλάτων «ἁλμυρὰν ἀκοὴν ἀποκλύσασθαι
ποτίμῳ λόγῳ», αὔθαδες τοῦτο· τίς οὖν ἡ βραχεῖα προσθήκη;
«οἷον ἁλμυρὰν ἀκοήν». — Ὁμολογία δὲ τοῦ
τολμήματος, ὡς ἐν τῷ Κατὰ Τιμοκράτους «καὶ γὰρ εἰ
φορτικὸς ὁ λόγος εἶναι δοκεῖ, ὅμως ἐρῶ· ἀποκτείνατε
<lb n="15"/> αὐτόν, ἵνα τοῖς ἀσεβέσιν ἐν Ἅιδου θῇ τοῦτον τὸν νόμον».</p></div><div type="textpart" subtype="section" n="7"><head>Περὶ παραλείψεως καὶ ἀποσιωπήσεως.</head><note type="marginal">408</note><p>Πότε παράλειψις καὶ ἀποσιώπησις γίνεται; ὅταν βουληθῶμεν 7
τὴν ὑπόνοιαν μείζονα καταστῆσαι τοῦ πράγματος
<note type="footnote">1 οὖν AcSf γὰρ Vk Nc: om. PVcPh 2 αἱ AcSf; om. PVc
(1.2 Vc: τὸ ⌊I⌉ἄυ|θαδες m.po.⌉ Vc; Ph: τὸ θαυμᾶσαι) | λόγοι
om. Pa 3 non incipit novum caput VcAcSfPh; caput ε P
(mg. πόσαι καὶ ποῖαι παραμυθίαι τῶν αὐθαδῶν καὶ τολμηρῶν
διανοημάτων P): ε περὶ αὐθαδῶν ἐπινοημάτων Pπ, mg. int. Pa |
δὲ om. Ph | ἐπινοημάτων Pπ 4 ⌊ἡ m.2 ex ἢ⌉ βραχεία προσθήκη
⌊καὶ add m.2; ἡ m.2 ex ἢ⌉ St | cf 448, 22; de metaphoris (τὸ
ὡσπερεί φάναι καὶ οἱονεί κτλ.) cf. Aristotelem et Theophrastum
Π. ὕψ 32, 3. 4; cf. Arist Rhet. Γ 7 p. 1408 b 2. Π. εὑρ. p. 202, 16
6 Dem. 1, 2 | ὦ ἀθηναῖοι om. VcSfPh 7 ἐκείνων om. Ac
8 αὐτοῖς om. Sf | αὐτοῖς ἀντιληπτέον ἐστί om. Ph | ἐστί om., ἢ
ἐκείνων εἴπερ σωτηρίας αὐτῶν φροντίζετε add. Ac, cf. Dem. |
Dem. 18, 50 9 τινὰ ἀλλʼ οὐ τῆς Ph 9. 10 κατεσκέδασεν Ph
Sf; κατεσκέδασας Vc 10 Plat. Phaedr. 243 D | οἷον ἁλμυρὰν
P 11 δὲ ante τοῦτο add. Sf, (er.) Vc 13 cf. Dem. 24, 104
15 τοιοῦτον (om τὸν) Ph 16 supr. Ac, mg. PSf: om. VcPh |
mg. ε AcSf. ϛ P 17 τότε Ac</note>

<pb n="420"/>
ἐν τῇ γνώμῃ τῶν ἀκουόντων, ἢ λέγομεν· οἶον
λάβωμεν πρῶτον ἐκ τοῦ λόγου παράδειγμα ‘πῶς οὗτος
κέχρηται τῷ πάτρι’· λέγω ἴσως ἢ ἀντεῖπεν ἢ οὐκ ἐπείσθη,
ἡ δὲ ἀποσιώπησις μείζονα τὴν ὑπόνοιαν πεποίηκεν,
ὡς ‘ἐπιβουλεύων τῷ πατρί’. Δημοσθένης δὲ τῇ <lb n="5"/>
ἀποσιωπήσει τῇ τελείᾳ οὕτως κέχρηται ἐν τῷ Περὶ τοῦ
στεφάνου «ἀλλ᾿ ἐμοὶ μὲν — οὐ βούλομαι δὲ δυσχερὲς
οὐδὲν εἰπεῖν ἀρχόμενος τοῦ λόγου».</p><p>Ἐν προσποιήσει δὲ παραλείψεως μνήμη τῶν πραγμάτων
κατὰ τρεῖς τρόπους γίνεται, ἤτοι ὅταν μικρὰ <lb n="10"/>
μὲν τὰ πράγματα, χρήσιμα δὲ τῷ λέγοντι· ἢ ὅταν ᾖ
γνώριμα, διὰ μὲν τὸ γνώριμα εἶναι φησὶ παραλιπεῖν, <note type="marginal">431</note>
διὰ δὲ τὸ χρήσιμα εἶναι λέγει αὐτά· ἢ ὅταν ἐπαχθῆ
ᾖ, χρήσιμα δὲ τῷ λέγοντι, διὰ μὲν τὸ ἐπαχθῆ εἶναι
φησὶ παραλιπεῖν, διὰ δὲ τὸ χρήσιμα εἶναι λέγει αὐτά. </p><lb n="15"/><p>Παραδείγματα τούτων, τῶν μὲν μικρῶν ἐν τῷ Κατὰ
Μειδίου «ὅσα μὲν οὖν ἢ τοὺς χορευτὰς κωλύων ἀφεθῆναι
τῆς στρατείας ἠνώχληκεν, ἢ προβαλλόμενος καὶ
κελεύων ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν,
ἢ τἆλλα ὅσα τοιαῦτα, ἐάσω», εἶτα τὴν αἰτίαν ἐπιφέρει <lb n="20"/>
τοῦ προσποιεῖσθαι παραλιπεῖν «οὐ γὰρ ἀγνοῶ τοῦθʼ,
ὅτι τῷ μὲν ἐπηρεαζομένῳ τὴν αὐτὴν τούτων ἕκαστον
<note type="marginal">409</note> ὀργὴν ἥνπερ ἄλλʼ ὁτιοῦν τῶν δεινοτάτων παρίστη,
<note type="footnote">1 ἧι λέγοιμεν Ac; ἢ εἰ λέγοιμεν Vδ; ἢ λεγομένων Ph 2 exsp
ἐκ τοῦ βίου, cf 451, 14 | ad problema p. 208, 18 refert Diac.
3 πρί⌊I⌉ AcSf 6 τελ⌊εί ex ευταί⌉αι Ph | τοῦ om. Ph 7 Dem.
18,3 | cf. 361, 13 | δὲ m.1, γὰρ m.po., Vc 8 εἰπεῖν οὐδὲν Ac
SfPh, Dem.; οὐδὲν om. Vc 13 λέγη Pa 14 μὲν τὸ PaVc
AcSf; δὲ τὸ Pc; ⌊τὸ del.⌉ μὲν τὸ Ph 15 παραλείπει Ph 15 λέ-
γηι Pa 17 Dem. 21, 15 18 τὰς Pa | στρατιᾶς Ph 21 προσ-
ποιεῖσθαι hic et p. 421, 6 suspect. | παραλείπειν Ac; παραλειπεῖν
Ph 23 ⌊ἥν m.po.⌉ περ Vc; ὥσπερ Sf | παρίστη AcPh, (σι add.
m.po.) PcVcSf; παρίστησι Pa
</note>

<pb n="421"/>
ὑμῖν δὲ τοῖς ἔξω τοῦ πράγματος οὖσιν οὐκ ἂν ἴσως
ἄξια αὐτὰ καθʼ ἑαυτὰ ἀγῶνος φανείη». — Τῶν δὲ γνωρίμων
ἐν τῷ Περὶ τῆς ἀτελείας «ἐγὼ δʼ ὅτι μὲν τινῶν
κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεἀν τῶν
<lb n="5"/> ἀδίκων ἐστίν, ἐάσω», εἶτα τὴν αἰτίαν ἐπιφέρει τοῦ
προσποιεῖσθαι παραλιπεῖν «καὶ γὰρ εἴρηται τρόπον
τινὰ καὶ ὑφʼ ὑμῶν ἴσως γινώσκεται». — Τῶν δὲ ἐπαχθῶν
παράδειγμα ἐν τῷ Περὶ τοῦ στεφάνου «ἐν μὲν
δὴ τοῖς ἰδίοις εἰ μὴ πάντες ἴστε ὅτι κοινὸς καὶ φιλάνθρωπος
<lb n="10"/> καὶ πᾶσι τοῖς δεομένοις ἐπαρκῶν, σιωπῶ
καὶ οὐδὲν ἂν εἴποιμι περὶ αὐτῶν, οὔτε εἴ τινας ἐκ
τῶν πολεμίων ἐλυσάμην, οὔτε εἴ τισι θυγατέρας ἀποροῦσι
συνεξέδωκα», εἶτα τὴν αἰτίαν τοῦ παραλιπεῖν
ἐπιφέρει «ἐγὼ νομίζω τὸν μὲν εὖ παθόντα δεῖν μεμνῆσθαι
<lb n="15"/> παρὰ πάντα τὸν χρόνον, τὸν δʼ εὖ ποιήσαντα
εὐθὺς ἐπιλελῆσθαι, εἰ δεῖ τὸν μὲν χρηστοῦ, τὸν δὲ μὴ
μικροψύχου ποιεῖν ἔργον ἀνθρώπου. τὸ δὲ τὰς ἰδίας
<note type="marginal">432</note> εὐεργεσίας ἀναμιμνῄσκειν μικροῦ δεῖν ὅμοιόν ἐστι τῷ
ὀνειδίζειν».</p></div><div type="textpart" subtype="section" n="8"><head>Περὶ περιπλοκῆς.</head><note type="marginal">410</note><p>Τὸ περιπλέκειν διαβάλλεται μὲν ὡς κακία τοῦ λέγειν, 8
εἰ δὲ ἐν καιρῷ γίγνοιτο, ζηλωτὸν ἂν σχῆμα εὑρεθείη.
καιρὸς οὖν τῆς περιπλοκῆς τῶν λόγων τριπλοῦς.
<note type="footnote">3 τῆς om῎ PAc | Dem. 20, 2 | τινῶν m.po. suppl. Sf 5 εἶτα
— 6 παραλιπεῖν om. SfPh, (m.2 suppl.) Vc; utique προσποι-
εἱσθαι suspect., cf p. 420, 21 7 διαγινώσκεται Pa 8 τοῦ
om. Ac 8. 9 ἐν δὲ τοῖς Dem. 18, 268 9 δὴ om. Vδ | κοινῶς
καὶ φιλανθρώπως Ph 11 τούτων VcAcsfPh | τισιν Ph 14 δεῖν
P, Dem.; om VcAcSfPh 18 μικροῦ δεῖν om. Pc 20 supr
VcSf, mg P; περὶ τοῦ περιπλέκειν Pπ; περιπεριπλοκῆς πότε
περιπλέκειν εὔκαιρον καὶ ποσαχῶς γίνεται mg Ph, (om. περὶ
περιπλοκῆς) mg. Ac | mg. ς Ac, ζ P</note>

<pb n="422"/>
περιπλέκομεν γάρ, ἤτοι ὅταν αἰσχρὰ τὰ λεγόμενα· φυλαττόμενοι
γὰρ τὴν ἀπρέπειαν τοῦ λόγου αὐτῷ τῷ περιπλέκειν
δηλοῦμεν ἃ θέλομεν εὐπρεπῶς καὶ πικρότερον
τὸν λόγον ποιούμεθα· ἢ ὅταν λυπηρὰ ᾖ τοῖς ἀκούουσιν,
ἢ ὅταν ἐπαχθῆ τοῖς λέγουσι.</p><lb n="5"/><p>Παραδείγματα τῶν μὲν αἰσχρῶν ἐν τῷ Κατὰ Τιμάρχου
φησὶν Αἰσχίνης «εἰδὼς δʼ αὐτὸν ἔνοχον ὄντα»,
θέλει μὲν εἰπεῖν «τῇ πορνείᾳ», φυλαττόμενος δὲ τὸ
αἰσχρὸν περιπλέκει λέγων «οἷς ὀλίγῳ πρότερον ἠκούσατ’
ἀναγινώσκοντος τοῦ γραμματέως»· — Τῶν δὲ λυπηρῶν <lb n="10"/>
ὁ Δημοσθένης, ὡς ἐν τοῖς Φιλιππικοῖς φησιν
«ὁ μὲν οὖν παρὼν καιρὸς μονονουχὶ λέγει φωνὴν ἀφιείς,
ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον
ἐστί», καὶ ἐπειδὴ λυπηρόν ἐστι τὸ λέγειν ‘εἰ
δὲ μή, ἀπολεῖται τὰ πράγματα’, περιέπλεξεν «εἴπερ ὑπὲρ <lb n="15"/>
<note type="marginal">411</note> σωτηρίας ὑμῶν αὐτῶν φροντίζετε»· καὶ πάλιν παρὰ
πόδας ἔνεστί γε περιπλοκὴ μετὰ συλλήψεως «ἡμεῖς δέ»,
ὑπακούεται ‘ἀμελοῦμεν’, ἀλλὰ τοῦτο λυπηρόν ἐστι τοῖς
Ἀθηναίοις· πῶς οὖν περιέπλεξεν; «οὐκ οἶδ᾿ ὅντινά μοι
δοκοῦμεν ἔχειν τρόπον πρὸς αὐτά». — Τῶν δὲ ἐπαχθῶν <lb n="20"/>
τὸ παράδειγμα ἐν τῷ Κατὰ Μειδίου· φησὶ γὰρ
ὁ Δημοσθένης πρῶτον μὲν ὅτι «ἐθελοντὴς χορηγεῖν
ὑπέστην», ὅπερ ἐστὶ φιλοτιμίας, εἶτα δὲ «κληρουμένων
<note type="footnote">2 γὰρ om. Ph, (suppl. m.po.) Vc | αὐτῶ⌊ι⌉ τ⌊ῶ m.po. ex ὸ] Vc
6 παράδειγμα VcAcSfPh; cf 420, 16 7 Aesch 1, 2 11 ὡς ante
12 ὁ Pe: suspect., cf. l. 7 | φησιν PAc ; om. Vδ; ἐστιν VcPh:
⌊ἐστὶ, del m.1⌉ φησίν Sf 12 Dem. 1, 2 | cf. 419, 6 14 καὶ ἐπει-
δὴ PSf; καὶ om. VcPh; ἐπειδὴ δὲ Ac 15 ἀπολεῖτ⌊ε m.po. ex
αι⌉Sf 16 ὑμῶν om. VcAcSfPh, Dem | ἐφροντίζετε Ph 17 ὑμεῖς
AcPh. (ὑ ex cr.) Vc 18 ὑπακούεται P, (γρ καὶ ὑπόκειται m.2)
Sf; ὑπακούετε AcPh: ⌊ὑ m.po.⌉πακούετ⌊αι er.; οντ?ες supr. m.po.⌉
Vc 20 τρόπον ἔχειν VcAcSfPh | δέ γ᾿ Ph 21 τὸ om. Ma
23 ὑπέστη Ald.; ὕπεστιν Vc; ὑπεσχόμην mg. P; Dem. 21, 13
ὑπεσχόμην ἐγὼ χορηγήσειν ἐθελοντής</note>

<pb n="423"/>
<note type="marginal">433</note> πάντων πρῶτος αἱρεῖσθαι τὸν αὐλητὴν ἔλαχον», ὅπερ
ἐστὶν εὐτυχίας· ἐπάγει γοῦν λέγων «ὑμεῖς μὲν οὖν, ὡς
εἰκός, ἀμφότερα ἀπεδέξασθε, τήν τε φιλοτιμίαν τὴν
ἐμήν», καὶ ἐπειδὴ ἐπαχθές ἐστι τὸ λέγειν ῾ τὴν εὐτυχίανʼ,
<lb n="5"/> περιέπλεξε «καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης».</p><p>Ὅτι δὲ τὸ ὄνομα τοῦ σχήματος τοῦτό ἐστιν ἡ περιπλοκή,
Αἰσχίνης φησὶν ἐν τῷ Κατὰ Τμάρχου «οὗτος
φανήσεται οὐ μόνον ἡταιρηκώς, ἀλλὰ — μὰ τὸν Διόνυσον,
οὐκ οἶδ᾿ ὅπως δεῖ περιπλέκειν ὅλην τὴν ἡμέ—
<lb n="10"/> ραν — καὶ πεπορνευμένος», ὡς δι᾿ ὅλου τοῦ λόγου
περιπλέξας διὰ τὸ αἰσχρὰ εἶναι τὰ ῥήματα, ἐπὶ τέλει
δὲ νικηθεὶς ὑπὸ τῆς χολῆς εἶπε «καὶ πεπορνευμένος.</p></div><div type="textpart" subtype="section" n="9"><head>Περὶ ἐπαυαλήψεως.</head><note type="marginal">412</note><p>Ἐπανάληψις γίνεται κατὰ τρόπους τρεῖς, ἐπὶ πράγματος 9
<lb n="15"/> διδασκαλίᾳ, ἐπὶ προσώπου συστάσει ἢ διαβολῇ,
ἐπὶ ἤθους βεβαιώσει.</p><p>Ἐπὶ πράγματος διδασκαλίᾳ, ὡς παρ᾿ Ὁμήρῳ
<lg><l>«ἀλλ᾿ ὃ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ᾿ ἐόντας,</l><l>Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἕσχατοι ἀνδρῶν»·</l></lg>
<note type="footnote">1 πάντων om. VcSfPh | πρῶτον m. 1Pa 2 τῆς εὐτυχίας Vc
Ac Sf Ph | ὀῦν Ph 4. 5 καὶ τὴν εὐτυχίαν Ma 5 τῆς om. Vc
6 τοῦ σχήματος ante τὸ Vc Ac Sf Ph 7 οὗτος Ph; οὕτως· PV
Ac Sf; Aesch. 1, 52: οὐκέτι δήπου φαίνεται μόνον ἡταιρηκὼς
κτλ. 8 δὲ οὐ Vc 9 δεῖ om. Vc, (add. m. 2) Sf; δυνήσομαι
Aesch. 10 γρ καὶ ὅς· ἀντὶ τοῦ ὅστις αἰσχίνης P 11 ῥήματα
P; εἰρημένα Vc Ac Sf Ph, v.l. P 12 εἶπεν ὑπὸ τῆς χολῆς Pa | καὶ
πεπορνευμένος P; om. Vc Ph, (suppl., m. 2?) Sf; καὶ περιπλέκειν
(sic) Ac 18 supr Vc Sf. mg. P; ἐπανάληψις mg. Ac; περὶ ἐπ-
αναλήψεως ἐπὶ πόσοις καὶ ποίοις ἐπαναλήψεις (sic) γίνεται mg
Ph | mg. ζ Ac, η P 14 τρεῖς m.po. suppl. Pc 17 καὶ ante
ἐπὶ add m.po. Pc 18 Hom. α 22 18 — 424, 10 eadem fere
exemupla [Plut.] De vita et poesi Homeri 32—34</note>

<pb n="424"/>
ἐπανέλαβε τὸ ὄνομα, ἵνα δείξῃ, ὅτι δύο γένη Αἰθιόπων.
— Ἐπὶ προσώπου συστάσει
<lg><l>«Νιρεὺς δ᾿ Αἰσύμηθεν ἄγε τρεῖς νῆας ἐίσας,</l><l>Νιρεύς, Ἀγλαΐης υἱὸς Χαρόποιό τ᾿ ἄνακτος,</l><l>Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν»·</l><lb n="5"/></lg>
ἐπανέλαβεν, ἵνα κοσμήσῃ τὸ πρόσωπον. ἐπὶ διαβολῇ δὲ
«Ἆρες, Ἄρες βροτολοιγέ»· ἐπανέλαβεν, ἵνα τὸ πρόσωπον
διαβάλῃ. — Ἐπὶ ἤθους βεβαιώσει
<lg><l>«τοῦ δ᾿ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν.</l><l>εἰ πυρὶ χεῖρας ἔοικεν»· </l><note type="marginal">434</note></lg>
ἐπανέλαβεν, ἵνα τὸ ἀνδρεῖον βεβαιώσῃ. </p><lb n="11"/><p>Παρὰ δὲ τοῖς πεζοῖς ἐπὶ μὲν πράγματος διδασκαλία
Ξενορῶν ἐν Ἀπομνημονεύμασιν «ἀδικεῖ Σωκράτης οὓς
μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ
δαιμόνια εἰσφέρων· ἀδικεῖ δὲ καὶ τοὺς νέους διαφθείρων». <lb n="15"/>
καὶ Δημοσθένης ἐν Φιλιππικοῖς «πάντες ὅσοι
<note type="marginal">413</note> πώποτε ἐκπεπλεύκασι στρατηγοὶ παρ᾿ ἡμῶν, ἢ ἐγὼ
πάσχειν ὁτιοῦν ἕτοιμός εἰμι, παρὰ τούτων τῶν τὰς νήσους
οἰκούντων χρήματα λαμβάνουσι. λαμβάνουσι δὲ
οἱ μὲν πλείονας ἔχοντες ναῦς πλείονα». — Ἐπὶ δὲ <lb n="20"/>
προσώπου συστάσει, ὡς Ξενοφῶν πολλάκις Κῦρον
ἐπαναλαμβάνων. ἐπὶ δὲ διαβολῇ, ὡς ὁ Δημοσθένης
<note type="footnote">1 ὅτι om. Vc 3 Hom. B 671 | δ᾿ om. Ph Sf, (m. 2 suppl.) Vc
αἰσύμηθεν P Ac, (ἰ ex ὐ) Vc; αὖ σύμηθεν Ph, (αἰ post αὖ postea
add.; m. 1?)) Sf 4 om. P 6 γρ συστήση P 7 Hom. Ε 31
μιαιφόνε add. Vc; μιαιφόνε τειχεσιβλῆτα add. Pc 8 διαβάλληι
Vc, m. 1Pc Sf | ἤθους δὲ Vc 9 Hom. Υ 371 | cf 304, 10 | ἐγὼν
P | αἴτιός εἰμι m. 1 Vc 10 μένος δ᾿ αἴθωνι σιδήρῳ add. vulg.;
δέμας δ᾿ αἴθωνι σιδήρω (om altero εἰ — ἔοικεν) Vd 12 Xen
Mem. l 1, 1 17 ὑμῶν Pc, Dem. 8, 24 20 πλείους Pc 21 ὡς
P Vc Ac; ὁ Sf om. Ph | e. g. ad Cyrop. lII 2, 14 sq. relcgat
Diac. 22 ὁ P: om. Vc Ac Sf Ph 22 et p. 425, 2 cf. 353, 3 et 6
356, 15</note>

<pb n="425"/>
«ἀλλʼ Ἀνδροτίων ἡμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων,
ὦ γῆ καὶ θεοί», καὶ ἀλλαχοῦ «ὑμεῖς δὲ Χαρίδημον
εἰ χρὴ φρουρεῖν βουλεύεσθε; Χαρίδημον; οἴμοι.»
— Ἐπὶ ἤθους βεβαιώσει «ἔστιν ὑμῖν, ὦ Ἀθηναῖοι,
<lb n="5"/> χρήματα, ἔστιν ὅσα οὐδενὶ τῶν ἄλλων ἀνθρώπων
στρατιωτικά», καὶ πάλιν ἐν τῷ Κατὰ Μειδίου «ἀλλ᾿
ἵππον, ἵππον μὲν οὐκ ἐτόλμησεν ὁ κατάρατος οὑτοσὶ
πρίασθαι». καὶ Ἡρόδοτος «τφονεὺς μὲν τοῦ ἑωυτοῦ
ἀδελφεοῦ, φονεύς δὲ τοῦ καθήραντος ».</p></div><div type="textpart" subtype="section" n="10"><lb n="10"/><head>Περὶ τοῦ κατὰ πεῦσιν σχήματος.</head><p>Τὸ κατὰ πεῦσιν σχῆμα ἀναντίρρητόν ἐστι· γίνεται 10
γὰρ ἢ περὶ τῶν φύσει ὁμολογουμένων, οἷον ‘ἆῤ οὐκ
ἔστι νῦν ἡμέρα;’ ἢ περὶ τῶν τῷ λόγῳ προαποδεδειγμένων, <note type="marginal">414</note>
οἷον ῾ εὑρέθης ἐπὶ τῆς οἰκίας διορωρυγμένου
<note type="marginal">435</note> τοῦ τοίχου ὑφαιρούμενος τὸ ἱμάτιον· ἀῤ οὐκ εἶ κλέπτης;’
<lb n="16"/> καὶ γὰρ τὰ τῷ λόγῳ προαποδεδειγμένα ἴσα τοῖς
φύσει ὁμολογουμένοις τῇ δυνάμει ἐστίν.</p><p>Ἀναντίρρητον δὲ ὂν τὸ σχῆμα τρεῖς ἔχει μορφάς, ἢ
πρὸς τοὺς ἀκούοντας ἢ πρὸς τούς ἀντιλέγοντας ἢ αὐτοῦ
<lb n="20"/> πρὸς ἑαυτὸν τοῦ ῥήτορος.</p><p>Ἡ πρὸς τοὺς ἀκούοντας πεῦσις ἐλεγκτική, οἷον «πότε
<note type="footnote">1 Dem. 22, 78 | ὑμῖν Ac Sf, Dem.; cf. 353, 3 2 Dem. 23. 210
2. 3 εἰ χρὴ φρουρεῖν χαρίδημον Vc Ph 3 χαρίδημον; ὦ γῆ καὶ θεοί
οἴμοι Pc 4 Dem. 1, 19 | ὑμῶν P | ὦ (om. Ἀθηναῖοι) Ph 6 Dem.
21, 174 7 μὲν om. Sf Ph | οὗτος Pc h Vc 8 Her. 1, 45 9 ἀδελ-
φοῦ Sf, m. 1Vc 10 supr. Vc Sf, mg P; om. Ac; περι τοῦ κατὰ
πεῦσιν· περι τίνων γίνεται τὸ κατὰ πεῦσιν σχῆμα καὶ πόσας καὶ
ποίας ἔχει μορφάς· καὶ οἶα ἑκάστη πόσας δ᾿ ἐπιστροφὰς ἔχει ἡ
πρὸς ἑαυτόν Ph | mg η Ac Ph. θ P 12 δὲ (pro γὰρ) P 12. 13
cf. 362, 17 14 εὑρέθ Vc 14. 15 τοῦ τοίχου διορωρυγμένου
Vc Sf Ph 16 τοῦ λόγου m. 1VcSf 21. p. 426, 2: 277, 5. 6. 360,
17 21 Dem. 4,10</note>

<pb n="426"/>
οὖν, ὦ Ἀθηναῖοι, πότε ἃ δεῖ πράξετε; ἐπειδὰν τι γένηται;»
— Ἡ πρὸς τοὺς ἀντιλέγοντας ἀνατρεπτική,
οἷον «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον
εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ;
— Ἡ αὐτοῦ πρὸς ἑαυτὸν τοῦ ῥήτορος πεῦσις διπλῆ· <lb n="5"/>
ἀκοῆς ἐπιστροφὴν ἔχει καὶ πίστωσιν κατὰ πρόληψιν
ὑπονοίας καὶ λύσιν. ὅταν γὰρ αὐτὸς ἑαυτοῦ πυνθάνηται
ὁ ῥήτωρ, ἅμα καὶ ἐπέστρεψε τοὺς ἀκούοντας καὶ
τὴν πίστιν προκατέλαβε· πιστεύει γὰρ ἕκαστος τῶν
ἀκουόντων ἐννοῶν, ὅτι οὐκ ἂν ἠρώτησεν ἑαυτὸν ὁ ῥήτωρ, <lb n="10"/>
εἰ μὴ ἐπίστευεν ἀποδείξειν, καὶ εἴ τινα ἔχει ὑπόνοιαν
ὁ ἀκροατής, θεραπεύεται· ὥσπερ ἐπὶ ταύτης τῆς
<note type="marginal">415</note> ἐρωτήσεως «ἔστιν ὑμῖν πόρος, ὃν ἂν μὲν ἤδη ζητῆτε
οὐχ εὑρήσετε, ἐὰν δὲ περιμένητε, εὑρήσετε», εἶτ᾿ ἐπιφέρει
«τίς οὖν ἔσθ᾿ οὗτος ὁ νῦν μὲν οὐκ ὤν, αὖθις <lb n="15"/>
δὲ γενησόμενος; αἰνίγματι γὰρ ὅμοιον τοῦτο· ἐγὼ φράσω.»</p></div></div></body></text></TEI>