Περὶ τῶν κεκρατηκότων ἐν τοῖς ἀκροαταῖς παθῶν. 31 Πρὸς τὰ κεκρατηκότα πάθη οὐ δεῖ ἀντιτείνειν, ἀλλ᾿ εἴκοντα παραμυθεῖσθαι. Ὅμηρος ἐποίησε, Θουκυδίδης ἐμιμήσατο, Δημοσθένης διεδέξατο, Ἰσοκράτης παρέδωκεν. Ὅμηρος «ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι· καὶ γάρ τίς θ᾿ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχαλάᾳ σὺν νηὶ πολυζύγῳ». Θουκυδίδης ἐν Περικλέους λόγῳ «δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον καὶ πλείστῳ παραλόγῳ ξυμβαῖνον». Δημοσθένης «εἰ δέ τις ὑμῶν τὸν Φίλιππον εὐτυχοῦντα ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνδρὸς λογισμῷ χρῆται· μεγάλη γὰρ ῥοπή». Ἰσοκράτης δὲ σαφῶς οὕτως αὐτὸ παραδίδωσι «μηδὲ πρὸς τὰς τῶν παραπλησιαζόντων ὀργὰς τραχέως ἀπαντῶν, ἀλλὰ θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ τῆς ὀργῆς ἐπιπλήττων». 438 Περὶ ὁμολογουημένων ἀδικημάτων. 452 32 Τῶν ὁμολογουμένων ἀδικημάτων μία παραμυθία ἡ ὁμολογία καὶ ἀπολογία. Ὅμηρος τοῦτο ἐδίδαξεν, Ἡρόδοτος 3 mg. Pa, (περὶ om.) Pc; supr. (τῶν om.; ἀκούουσι) VcAc Sf; mg. περι κεκρατηκότων, om. cet., Ph | mg. κθ VcAc, λ P 4 cf. [Dion.] lI 1 p. 281, 8. 9 Us. 8 Hom. Β 291 10 ἀσχα- λάαῖς Ph 11 Thuc. 2, 61 13 Dem. 2, 22 14. 15 ταύτη τοι φοβερὸν προσπολεμίσαι νομίσοι Vc 15 νομίσει Sf 16 σαφῶς Vδ 17 πλησιαζόντων VcAc, lsocr. 1, 31 18 ἀπαντᾶν VcAc 19 εἴκειν Ac | ἐπιπλήττειν Ac 20 supr. VcAcSf, mg. P Ph mg. λ VcAcPh, λα P 21. 22 sic PSfPh ἡ ἀπολογία καὶ ὁμολογία ἐμιμήσατο. οἷον Ἑλένη τῶν κακῶν αἰτία πᾶσι, καὶ Ἕλλησι καὶ βαρβάροις, καὶ μάλιστα τοῖς Τρωσὶν ὁμολογουμένως κακὸν ἐλήλυθε· τί οὖν ποιεῖ; ὅταν διαλέγηται τῶν Τρώων τινί, ἑαυτῆς κατηγορεῖ καὶ ὁμολογεῖ τὴν ἀδικίαν, καὶ τοῦτο οὐ μόνον αὐτῇ ἀπολογίας, ἀλλὰ καὶ ἐλέου καὶ παραμυθίας αἴτιον γίνεται· αὐτῷ γοῦν τῷ Πριάμῳ διαλεγομένη ἑαυτῆς κατηγορεῖ, ὥστε τὸν γέροντα, εἰ καὶ ἐμίσει αὐτήν, μεταβαλέσθαι καὶ ἐλεεῖν· ἀποκρίνεται οὖν «οὔ τί μοι αἰτίη ἐσσί· θεοί νύ μοι αἴτιοί εἴσι». — Καὶ παῤ Ἡροδότῳ ὁ Ἄδραστός ἐστιν, ὑπὸ Κροίσου εὐεργετηθεὶς καὶ καθαρθεὶς καὶ φύλαξ τοῦ παιδὸς αὐτοῦ ἐκπεμφθείς· εἶτα ἀποκτείνας τὸν Ἄτυν ἐν τῇ θήρᾳ καὶ τοῦ Κροίσου βοῶντος καὶ ἀγανακτοῦντος ἑαυτὸν προτείνων, κατηγορεῖ ἑαυτοῦ καὶ ἀποκτεῖναι κελεύει· ὥστε τὸν Κροῖσον παρ᾿ Ἡροδότῳ τὴν τοῦ Πριάμου φωνὴν ἀφιέναι πρὸς τὸν νεανίσκον «εἶς δέ μοι οὐ σὺ τούτων αἴτιος, ἀλλὰ θεῶν κού τις, ὅς μοι προεσήμαινεν ἐν τῷ ὀνείρῳ». Vc; ἡ ὁμολογία καὶ ἡ κατηγορία Ac | Diac.: ἡ δὲ σύνταξις ἔστι τοιαύτη μία παραμυθία καὶ ἀπολογία τῶν ὁμολογουμένων ἀδι- κημάτων ἡ ὁμολογία τοῦ ἀδικήματός ἐστιν; cf. [Dion.] lI 1 p. 314 6. 367, 8 Us. (de elocutionis vitiis); Fuhr, Nov. Symb. Joachim. 1907 p. 114 8 κακὸν Ac; κακῶς P Vc Sf Ph (κακὸν ἤλυθε de Achille Φ 39 de Ulixe γ 306) 5 τοῦτο om. Ph | ἀπολογία AcSf, (ex cr. m. po.) Vc; ὁμολογία Ph, ?Vc m. 1 6 [Dion.] II 1 p. 314, 6. 334, 4. 14 Us. 8 μεταβάλλεσθαι AcPh 9 γοῦν Vδ 10 Hom. Γ 164 11 Her. 1, 35 sq. 13 εἶτα αὐτὸς ἀποκτείνας VcSfPh 14 παρ- εδίδου ἑαυτὸν Κροίσῳ προτείνων τὰς χεῖρας Her. 1, 45 17 ἦς Ac 18 κοῦ PVcAcSf; καί Ph; γρ καὶ οὔ τις ἄλλος P | προ- εσήμανεν VcAc; προεμήνυσεν Sf 439 Περὶ τοῦ τραγικῶς λέγειν. 33 Τὸ τραγικῶς λέγειν Ὅμηρος μὲν ἐδίδαξε, Δημοσθένης δὲ ἐμιμήσατο. ὅτι μὲν γὰρ τραγῳδὸς καὶ πατὴρ τραγῳδίας Ὅμηρος, Πλάτων μαρτυρεῖ· ὅπως δ᾿ ἐτραγῴδησεν ἐν τῇ ἑαυτοῦ ποιήσει, θεωρητέον. Ἰλίου ἅλωσιν οὐκ εἶπε, τέχνῃ παραλιπών· οὐ γὰρ ἥρμοζεν αὐτοῦ τῇ τῆς ποιήσεως τραγῳδίᾳ ἑνὸς πολιχνίου πόρθησις· τί οὖν ποιεῖ; πάσης πόλεως εἶπε πόρθησιν ἐν δυσὶν ἔπεσιν «ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, 453 τέκνα δέ τ᾿ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας». ἂν δ᾿ Ἕκτωρ ἀποθάνῃ, Ἀνδρομάχη λέγει τι καὶ Ἑκάβη, ἀλλὰ καὶ Ἑλένη καὶ χορὸς Τρῳάδων, καὶ πολλὰ δράματα ὡς εἰπεῖν ἀποπληροῦντα τὴν τραγῳδίαν. τί οὖν ἐκ τούτων τὸν χρηστὸν νομίσομεν Ὅμηρον λέγειν ἡμῖν; τὰ μεγάλα τῇ βραχύτητι τῆς ἑρμηνείας φυλάττει μεγάλα, τῆς συντομίας τὸ μέγεθος αὐτοῖς διασῳζούσης, τὰ δὲ μικρὰ καὶ φαῦλα τῇ περιβολῇ τῶν λόγων μέγεθος προσλαμβάνει. Ταὐτὰ ποιεῖ Δημοσθένης καὶ οὕτω τραγῳδεῖ Φωκέων ἅλωσιν ἔθνους ὅλου ἐν ὀλίγοις ῥήμασι λέγων «ἦν 1 supr. VcAcSfPh, mg. P | mg. λα VcAcPh, λβ P Plat. Reip/ Χ 598 D 5 αὐτοῦ Ac 6 τέχν vix. san.; Laurentus vertit ‘artificiose | eam relingurens’ | καταλιπών P 8. 9 πόρθησιν εἶπεν VcAcSfPh 10 Hom. Ι 593 |⌊II⌉κτείνουσι⌊ν er.⌉ Vc | ἀμαλ θύνει Ph ad 10. 20 451, 3: cf. Theon lI 62, 24; 31. 63, 3 Sp. Aps l 2 p. 317, 3 Sp. -H. 11 δ᾿ (om τ᾿) Ac Ph 12 Hom. Ω 725. 748. 762 τ⌊ί καὶ m. po.; ex η⌉ Vc; τι (om. καὶ) Ph 15 τὸν om. Ph | νομίσωμεν Ph | ἡμῖν ante ὅμηρον Vc, ante λέγειν Sf Ph ; om. Ac 16 φυλάττειν VcAcPh 18 σμικρὰ Pc 19 παρα- λαμβάνει VcSf; προσλαμβάνειν Ac 20 οὗτος Sf; οὕτως VcAc Ph 21 Dem. 19. 65 ἰδεῖν οἰκίας κατεσκαμμένας, τείχη περίῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα 440 καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς»· μονονουχὶ παρέφρασε τὸ Ὁμηρικόν. ἐν δὲ τῷ Κατὰ Κόνωνος αἰκίας τῆς ὕβρεως περιήγησιν ἐποίησεν ἀκριβῶς ἕκαστα διηγούμενος, δηλονότι τὴν φαυλότητα τοῦ πράγματος αἴρων εἰς μέγεθος τῇ περιττοτέρᾳ ἑρμηνείᾳ καὶ τὴν ὕβριν τραγῳδῶν. Περὶ τοῦ κωμικῶς λέγειυ. Τοῦ κωμικῶς λέγειν ἅμα καὶ σκώπτειν ἀρχαίως τρεῖς 34 μέθοδοι· τὸ κατὰ παρῳδίαν σχῆμα, τὸ παρὰ προσδοκίαν, τὸ ἐναντίας ποιεῖσθαι τὰς εἰκόνας τῇ φύσει τῶν πραγμάτων. τούτων παραδείγματα λάβωμεν τὰ μὲν ἐκ τοῦ κωμικοῦ, τὰ δὲ ἐκ τοῦ βίου, τὰ δὲ ἐκ τοῦ ῥήτορος. 441 Τὸ μὲν κατὰ παρῳδίαν οὕτως ἔχει «ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει»· θέλων γὰρ εἰπεῖν ‘τὴν κεφαλὴν κόρακος ἔχει’ διὰ τὸ τραυλὸς εἶναι δῆθεν ἁμαρτὼν τῇ φωνῇ διεκωῴδησε τὸν τρόπον. Τὸ δὲ παρὰ προσδοκίαν τοῦτο 454 «βδελυρὸν μὲν οὖν τὸ πρᾶγμα καὶ οὐκ ἂν ἐβουλόμην λαχεῖν, ἐπειδὴ δὲ ἔλαχον»· 2 ὀλίγα om. P; γρ γυναῖκα δὲ καὶ παιδάρια ὀλίγα Pa, (γύ- ναια) Pc 3. 4 μονονουχὶ παραμικρὸν παρέφρασε Sf 4 Dem 54, 3 sq. 9 supr. VcAcSfPh, mg. P | mg λβ VcAcPh, λγ P 10 τὸ Ph 11 cf. Auct. ad. Her. Ι 6, 10 14 τὰ δὲ ἐκ τοῦ βίου post ῥήτορος Pc; del. Spengel, at cf. 452, 5 sq. | ἀπὸ (pro alt. ἐκ) AcSfPh 15 τὸ scripsi; τὰ codd. 16 Arist. Vesp. 45 ὁλᾶις θεόδωλος . . κόλακος Vc | θεόδωλος Ph; θεόδωλον Sf 17 θέλων — ἔχει om. Vc 18 τὴν φωνὴν VcSfPh 20 οὕτω AId. 21 Fragm com. anon. 187. IV p. 650 Meineke τὸ om. Ph | γρ οὐκανεβαλόμην Ac 22 τυχεῖν Sf προσδοκᾷ μὲν ὁ ἀκροατὴς ἀκοῦσαι ‘ὑπομενῶ’ , φησὶ δὲ «οὐκ ἂν ἐβουλόμην». Τὸ δὲ ἐναντίως χρῆσθαι ταῖς εἰκόσι πρὸς τὰ μεγέθη τῶν πραγμάτων οὕτω γίνεται, ἐὰν μεγάλῳ μικρὸν ἀντιτιθῶμεν καὶ μικρῷ μέγα, οἷον ‘ἐμαχέσαντο οἱ ὄρτυγες ὡς Αἴας καὶ Ἕκτωρ’ καὶ ‘Ἕκτωρ καὶ Ἀχιλλεὺς ἐμαχέσαντο ὡς ἀλεκτρυόνες’. Τούτοις πᾶσι χρῆται Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνο· ὅθεν δηλοῦται, ὅτι κωμῳδεῖν ἐπίσταται· τῇ 442 μὲν παρῳδία οὕτως «τὸν μὲν πατέρα ἀντὶ Τρόμητος ἐποίησεν Ἀτρόμητον», τῷ δὲ παρὰ προσδοκίαν οὕτω περὶ Αἰσχίνου λέγων «οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν, ἀλλ᾿ οἷς ὁ δῆμος καταρᾶται», τῇ δ᾿ ἐναντιώσει τῶν εἰκόνων οὕτως «αὐτοτραγικὸς πίθηκος, ἀρουραῖος Οἱνόμαος». Περὶ ἀμφιβολίας. 35 Τοῖς μὲν πολλοῖς δοκεῖ πολλὰς ἐν τοῖς βιβλίοις ἀμφιβολίας γίνεσθαι ὑπὸ τῶν παλαιῶν· ἡμεῖς δὲ φαμέν, ὅτι οὐ δύναται ἔν τῳ παλαιῷ βιβλίῳ ἀμφιβολία εἶναι· ἀνάγκη γὰρ τὴν διάνοιαν εἶναι ἄτοπον τὴν ἑτέραν ἢ τὴν σύνταξιν τῆς λέξεως. τὸ γοῦν παρʼ Ὁμήρῳ «θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον, ὃν ἑταῖρον τοῦτο λέγουσιν εἶναι ἀμφιβολίαν, πότερον Πάτροκλον κελεύῖει 3 ἐναντίως, in argumento mg. ἐναντιαις, Ph 4 παραδειγ- μάτων VcPh 4. 5 ἀντιτιθῶμεν Pc; ἀντιθῶμεν Pah VcAc 6 ὡς om. AcPh | alt. καὶ Ἕκτωρ om. Ac Ph 6. 7 cf. Demetr De eloc. 160 9 ἔνθεν Vδ, (ὅ supr.) Pa 10 et 12 Dem 18. 130 11 τὸ Vc Sf 14 (αὐτο om.) τραγικὸς Ph |Dem. 18, 242 15 supr. Vc Ac Sf Ph, mg. P | mg. λ VcAcPh, λδ P 16 de controversia simili cf. [Dion.] ΙΙ 1 p. 323, 6; 295, 3 Js. | cf. Theon lI 82, 29 Sp. 17 γενέσθαι Vδ 18 ἀμφιλογία Ph 20 δὲ (pro γοῦν) Vc Ac | Hom. Ι 219 21 ὃν om. Ac 22 ἀμφίβολον Πάτροκλον om. Vc σφαγιασθῆναι ἢ τῷ Πατρόκλῳ προσέταξε τοῖς θεοῖς θῦσαι. καὶ τὸ «ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ» ἀμφίβολόν φασιν εἶναι, λέγοντες καὶ τοῦτον εἶναι δύνασθαι τὸν νοῦν εὐχομένου τῷ Διὶ ὑπὸ τοῦ συὸς καταβληθῆναι· οὕτω μὲν δὴ ὁ νοῦς ἄτοπός ἐστιν, ἡ δὲ ἑρμηνεία ἄλογος. τὸν αὐτὸν δὲ τρόπον «στασιάσαντες 455 δὲ ἔτη πολλά, ὡς λέγεται, ἀπὸ πολέμου τινὸς τῶν προσοίκων 443 βαρβάρων ἐφθάρησαν»· ζητοῦσιν, ὑπὸ τίνος ἐφθάρησαν, ὑπὸ τοῦ πολέμου ἢ ὑπὸ τῆς στάσεως. ἀδύνατον ὑπὸ τοῦ πολέμου εἶναι τὴν φθοράν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν ‘στασιάσαντες ἀπὸ πολέμου, ἐφθάρησαν’, ἵνα ἡ μὲν στάσις ᾖ γεγονυῖα ἐκ τοῦ πολέμου, ἡ δὲ φθορὰ ἐκ τῆς στάσεως· οὐ δεῖ γὰρ λέγειν ‘ἀπὸ πλέμου ἐφθάρησαν’ . Τοσαῦτα περὶ ἀμφιβολίας.