<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0592.tlg005.1st1K-grc1"><div type="textpart" subtype="section" n="2"><head>Περὶ πάσης λεξειος.</head><note type="marginal">403</note><lb n="5"/><p> Πάσης λέξεως τῆς ἀγνοουμένης ἐν πεζῷ λόγῳ τρεῖς 2
μέθοδοι τῆς εὑρέσεως· ἢ γὰρ ἐθνική ἐστιν ἡ λέξις ἢ
<note type="marginal">427</note> τεχνικὴ ἢ νομική. ὁ γοῦν παρασάγγης οὐκ οἶδα τίς
ἔστιν· ἐθνικὸν γάρ ἐστι καὶ Περσικὸν ὁδοῦ μέτρον,
οἱ τριάκοντα στάδιοι· σχοῖνος δὲ Αἰγύπτιον, οἱ ἑξήκοντα
<lb n="10"/> στάδιοι. νομικὸν δὲ ὄνομα τὸ τοιοῦτον «τπομπεύειν
ἀντὶ τοῦ κατηγορεῖν εἶλετο». ἐν Ἀθήναις τοῖς
Διονυσίοις ἐπόμπευον καὶ ἀλλήλοις διελοιδοροῦντο καὶ
τοῦτο ἐκαλεῖτο πομπεύειν· καὶ ἡ εἴσαγγελία καὶ ἡ
φάσις καὶ ἄλλα τοιαῦτα ὀνόματα νομικά ἐστι. τεχνικὰ
<lb n="15"/> δὲ ἐκεῖνα· τζεύξαντες τὰς παλαιὰς ναῦς» ναυπηγικὸν
ὄνομα, καὶ δὶς διὰ τεσσάρων μουσικόν, καὶ μοσχεύειν
γεωργικόν, καὶ ὅσα τοιαῦτα.</p></div></div></body></text></TEI>