Περὶ προσποιήσεως. Πότε ῥήτωρ προσποιήσεται σχεδιάζειν; τριῶν οὐσῶν 17 ἰδεῶν ῥητορικῆς ἐν τῇ συμβουλευτικῇ μάλιστα δεῖ καὶ ὁμολογεῖν, ὅτι ἐβουλεύσατο· οὐ γὰρ ἀνέχεται ὁ συμβουλευόμενος τὰ ἐπιόντα λέγοντος τοῦ συμβουλεύοντος, τοὐναντίον δὲ χρὴ ἐσκέφθαι ὁμολογεῖν καὶ πεφροντικέναι, ὡς ὁ Δημοσθένης «ἀλλ᾿ ὡς ἔοικεν ὁ καιρὸς 422 ἐκεῖνος οὐ μόνον εὔνουν ἡμῖν καὶ πλούσιον ἄνδρα ἐκάλει, ἀλλὰ καὶ παρηκολουθηκότα ἐξ ἀρχῆς τοῖς πράγμασι»· μάλιστα γὰρ τοῦτο δεῖ προσεῖναι τῷ συμβούλῳ, ἐμπειρίαν πραγμάτων. Ἐν δὲ τῇ δικανικῇ, κἂν ἐσκεμμένος ἥκῃς, προσποιοῦ αὐτόθεν λέγειν, ὅπερ ποιοῦσι πάντες οἱ παλαιοί· γράψαντες γὰρ πάντες ὑποκρίνονται σχεδιάζειν — διὰ τί; ὅτι ὁ δικαστὴς ὑποπτεύει τὸν ῥήτορα καὶ δέδοικε, μὴ ἐξαπατηθῇ τῇ δυνάμει τῆς ῥητορικῆς. αὐτὸ τοίνυν τοῦτό ἐστι τέχνη τοῦ ῥήτορος τὸ δοκεῖν αὐτόθεν λέγειν, 441 ἵνα καὶ οὕτως ὁ δικαστὴς παραχθῇ· καὶ προοίμια ὡς 1 τὸ προ Vc Ac | καὶ om. Sf 2 ἡ ἀντι Ma | προτίθεται? | καὶ om. Sf 3 δεύτερον om. m. 1Ma 4 supr. VcSf, mg. P Ac Ph | σχεδιασμοῦ add. Portus | mg. ιε Ac Ph, ις P 10 Dem 18, 172 13 μάλιστα γὰρ τοῦτο scripsi; μάλιστα τοῦτο Ph; μάλιστα· τοῦτο γὰρ Pa Ac Sf, (γὰρ supr., m. 1?) Vc, (δὲ m po. supr. post μάλιστα·) Pc 15 ἐσκεμμένως Ph | ἐσκεμμένος — 16 αὐτόθεν: cf. 358, 16 | cf. Dem. 21, 191 c. schol. 18 ὁ om. Ph 19 τοί- νυν καὶ Vc Ac Sf Ph 20 ἔστω Sf Ph | τέχνη τοῦ Ph, v. l.P; τεχ- νίτου PVcAcSf | cf. Alex. IIl 14, 10 Sp. 21 παραχθῆι Ac, (π m. 1 ex τ) Sf, v.l. Diac.; ταραχθῆ PVcPh, v.l.m.2 Sf | καὶ om. Ph, add. (m. 2?) Vc αὐτόθεν εὑρίσκοντες λέγουσι πάλαι σκεψάμενοι καὶ κεφάλαια ὡς μεταξὺ ἀναμνησθέντες κατὰ πάσας τὰς δίκας. Ἐν δέ γε ἐγκωμιαστικῇ ἰδέα οὐ κωλύει ἀμφοτέροις χρῆσθαί ποτε, καὶ ὁμολογίᾳ γραφῆς καὶ προσποιήσει σχεδίου.