<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0592.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="9"><head>Περὶ ἠθοποιίας.</head><p>9 Ἠθοποιία ἐστὶ μίμησις ἤθους ὑποκειμένου προσώπου,
οἷον τίνας ἂν εἴποι λόγους Ἀνδρομάχη ἐπὶ Ἕκτορι.
προσωποποιία δέ, ὅταν πράγματι περιτιθῶμεν
πρόσωπον, ὥσπερ ὁ Ἔλεγχος παρὰ Μενάνδρῳ, καὶ <lb n="10"/>
<note type="marginal">45</note> ὥσπερ παρὰ τῷ Ἀριστείδῃ ἡ θάλασσα ποιεῖται τοὺς
λόγους πρὸς τοὺς Ἀθηναίους. ἡ δὲ διαφορὰ δήλη·
ἐκεῖ μὲν γὰρ ὄντος προσώπου λόγους πλάττομεν, ἐνταῦθα
δὲ οὐκ ὂν πρόσωπον πλάττομεν. εἰδωλοποιίαν
δέ φασιν ἐκεῖνο, ὅταν τοῖς τεθνεῶσι λόγους περιάπτωμεν, <lb n="15"/>
ὥσπερ Ἀριστείδης ἐν τῷ Πρὸς Πλάτωνα ὑπὲρ
τῶν τεσσάρων· τοῖς γὰρ ἀμφὶ τὸν Θεμιστοκλέα περιῆψε
λόγους.</p><p>Γίνονται δὲ ἠθοποιίαι καὶ ὡρισμένων καὶ ἀορίστων
προσώπων· ἀορίστων μέν, οἷον ποίους ἂν εἴποι λόγους <lb n="20"/>
τις πρὸς τοὺς οἰκείους μέλλων ἀποδημεῖν, ὡρισμένων
δέ, οἷον ποίους ἂν εἴποι λόγους Ἀχιλλεὺς πρὸς Δηιδάμειαν
μέλλων ἐπὶ τὸν πόλεμον ἐξιέναι.</p><p>Τῶν δὲ ἠθοποιιῶν αἳ μέν εἰσιν ἀπλαῖ, ὅταν τις
<note type="footnote">4 cf. Herm. p. 344, 4. 24 Sp. 7 sq. cf. Aphth. 8 ἐπὶ Phgζ;
περὶ Lb | cf. 21, 14 9 aliter Aps. I 2 p. 299,10 Sp. -H. 10 πρόσ-
ωπα Phg | ὡς (om. περ) Pζ | Menandri fr. 545, III p. 165 Kock
11 Aristides verba non servata | τοὺς LbPζ, Sard.; om. Phg
13 ὄντως Ph | ἐνταῦθα — 14 πλάττομεν mg. Ph; om. Pg 16 Arist.
II p 301 sq. Dind. 17 cf. Aphth. II 44, 30 Sp.; Geometres
apud Dox. II 497, 5 W.; Sopater in schol. Aristid. III 674 Dind.
18 λόγους Pζ: λόγοις Phg, (ι ex υ) Lb 23 τὸν om. Pg</note>

<pb n="21"/>
αὐτὸς καθʼ ἑαυτὸν ὑποκέηται λόγους διατιθέμενος, αἳ
δὲ διπλαῖ, ὅταν πρὸς ἄλλον· καθʼ ἑαυτὸν μέν, οἷον
τίνας ἂν εἴποι λόγους στρατηγὸς ἀπὸ τῆς νίκης ἀναστρέφων,
πρὸς ἄλλον δέ, οἷον τίνας ἂν εἴποι λόγους
<lb n="5"/> στρατηγὸς πρὸς τὸ στρατόπεδον μετὰ τὴν νίκην.</p><p>Πανταχοῦ δὲ σώσεις τὸ οἰκεῖον πρέπον τοῖς ὑποκειμένοις <note type="marginal">46</note>
προσώποις τε καὶ καιροῖς· ἄλλος μὲν γὰρ νέου
λόγος, ἄλλος δὲ πρεσβύτου, ἄλλος δὲ γεγηθότος, ἄλλος
ἀνιωμένου.</p><lb n="10"/><p>Εἰσὶ δὲ αἳ μὲν ἠθικαί, αἳ δὲ παθητικαί, αἳ δὲ
μικταί· ἠθικαὶ μέν, ἐν αἷς ἐπικρατεῖ διόλου τὸ ἦθος,
οἷον τίνας ἂν εἴποι λόγους γεωργὸς πρῶτον ἰδὼν
ναῦν· παθητικαὶ δέ, ἐν αἷς διόλου τὸ πάθος, οἷον
ποίους ἂν εἴποι λόγους Ἀνδρομάχη ἐπὶ Ἕκτορι· μικταὶ
<lb n="15"/> δὲ αἱ σύνοδον ἔχουσαι ἤθους καὶ πάθους, οἷον τίνας
<note type="marginal">16</note> ἂν εἴποι λόγους Ἀχιλλεὺς ἐπὶ Πατρόκλῳ· καὶ γὰρ τὸ
πάθος διὰ τὴν τοῦ Πατρόκλου σφαγὴν καὶ τὸ ἦθος,
ἐν ᾧ περὶ τοῦ πολέμου βουλεύεται.</p><p>Ἡ δὲ ἐργασία κατὰ τοὺς τρεῖς χρόνους πρόεισι· καὶ
<lb n="20"/> ἄρξῃ γε ἀπὸ τῶν παρόντων, ὅτι χαλεπά· εἶτα ἀναδραμῇ
<note type="footnote">21, 5 — 25,6 multa evanuerunt Pg</note>
<note type="footnote">1 αὐτὸς Phζ; αὐτὸν LbPg | ὑπόκειται Pg; ὑποκέκτηται Pζ
2 ad alios Prisc. 3 ἀπὸ — 5 στρατηγὸς om. Ph 4 ἄλλον
LbPζ; ἄλλους Pg, Prisc. | οἷον om. Prisc. | τίνας LbPζ; ποίους
Pg 5 τὴν om. Lb 6 πρέπον· ⌊II—III⌉ τοῖς Ph 9 ἀνιωμένου
LbPζ; δὲ λυπουμένου Ph;? Pg 11—16 sic Lb (et Pζ, at ann.
l. 12); primum παθητικαὶ μὲν — ἕκτορι, tum ἠθικαὶ δὲ — ναῦν
Phg, Prisc. (Aphth. II 45, 6 Sp.: τῶν δὲ ἠθοποιιῶν αἳ μέν εἰσι
παθητικαί, αἳ δὲ ἠθικαί … καὶ παθητικαὶ μὲν κτλ.) 11 διό-
λου Lb; ὅλου Pζ; om. Phς 12 γεωργὸς — 14 λόγους om. Pζ | πρώ-
τως Ph ; πρῶτος Pg 14 cf. 20, 8 15 τὸ συναμφότερον ἔχουσαι
καὶ (καὶ om. Vc) ἦθος καὶ πάθος Aphth. (PahVcAcBa; καὶ ἦθος
καὶ πάθος om. Pc) | ἤθους καὶ πάθους LbPζ: om. Phg, Prisc.
16 τῶ πατρόκλω Pζ 18 βούλεται Lb 20 γε LbPhg; τε Pζ</note>

<pb n="22"/>
<note type="marginal">47</note> πρὸς τὰ πρότερα, ὅτι πολλῆς εὐδαιμονίας μετέχοντα·
εἶτα ἐπὶ τὰ μέλλοντα μετάβηθι, ὅτι πολλῷ δεινότερα
τὰ καταληψόμενα.</p><p>Ἔστω δὲ καὶ σχήματα καὶ λέξεις πρόσφοροι τοῖς ὑποκειμένοις
προσώποις.</p><lb n="5"/></div><div type="textpart" subtype="section" n="10"><head>Περὶ ἐκφράσεως.</head><lb n="10"/><p>Ἔκφρασίς ἐστι λόγος περιηγηματικός, ὥς φασιν, ἐναργὴς
καὶ ὑπ᾿ ὄψιν ἄγων τὸ δηλούμενον.</p><p>Γίνονται δὲ ἐκφράσεις προσώπων τε καὶ πραγμάτων
καὶ καιρῶν καὶ τόπων καὶ χρόνων καὶ πολλῶν ἑτέρων· <lb n="10"/>
προσώπων μέν, ὡς παρʼ Ὁμήρῳ «φολκὸς ἔην, χωλὸς
δʼ ἕτερον πόδα»· πραγμάτων δὲ οἷον ἔκφρασις πεζομαχίας
καὶ ναυμαχίας· καιρῶν δὲ οἷον εἰρήνης, πολέμου·
τόπων δὲ οἷον λιμένων, αἰγιαλῶν, πόλεων· χρόνων
δὲ οἷον ἔαρος, θέρους, ἑορτῆς. — Γένοιτο δʼ ἄν
<note type="marginal">48</note> τις καὶ μικτὴ ἔκφρασις, ὡς παρὰ τῷ Θουκυδίδῃ ἡ
νυκτομαχία· ἡ μὲν γὰρ νύξ καιρός τις, ἡ δὲ μάχη
πρᾶξις.</p><p>Ἐπιχειρήσομεν δὲ τὰ μὲν πράγματα ἐκφράζοντες ἀπὸ
τῶν προγεγονότων καὶ ἐν αὐτοῖς γινομένων καὶ ἐπισυμβαινόντων· <lb n="20"/>
<note type="footnote">2 ἐπὶ LbPhζ, Sard.; εἰς Pg 6 sq. cf. [Dion.] II 1 p. 372,
4 sq. Us. 7. 8 περιηγηματικὸς ἐναργῶς ὑπ᾿ ὄψιν ἄγων τὸ δη-
λούμενον Theon II 118, 7 Sp. (cf. Aphth.) 7 ἐνεργὴς Pζ 8 τὸ
γινόμενον Phϛ 10 καὶ καιρῶν LbPζ; om. Phς; ? Pg 11 φολκὸς
Lb, Hom. B 217; φοξὸς Ph (mg.: ὀξυκέφαλος, i. e. Hom. B 219),
Pζ; φοξὸς ἔην κεφαλήν, χωλὸς Theonis codices ΙΙ 118, 13 Sp. et
Sard. 18 καὶ ναυμαχίας LbPζ, Prisc., cf. Aphth.; om. Ph |
καὶ — οἷον om. ς 14 τόπων — πόλεων om. ς | λιμένων — 15 οἷον
om. Ph 14. 15 χρόνων LbPζ: καιρῶν ϛ 16 ἔμφασις Pg | τῷ
om. Theon II 119, 3 Sp. 17 Thuc. 3, 22 | καιρός ἐστιν Theon
19 ἐπιχειρίσ⌊ο ex ω⌉μεν Ph 20 καὶ τῶν ἐν . . καὶ τῶν ἐπι-
συμβαινόντων Dox. II 519, 6 W. | καὶ ἐπισυμβαινόντων om. Pζ;
vel aguntur Prisc. (Aphth.: καὶ ὅσα ἐκ τούτων ἐκβαίνειν φιλεῖ)</note>

<pb n="23"/>
οἷον εἰ πολέμου λέγοιμεν ἔκφρασιν,
πρῶτον μὲν τὰ πρὸ τοῦ πολέμου ἐροῦμεν, τὰς στρατολογίας,
τὰ ἀναλώματα, τοὺς φόβους, εἶτα τὰς συμβολάς,
τὰς σφαγάς, τοὺς θανάτους, εἶτα τὸ τρόπαιον,
<lb n="5"/> εἶτα τοὺς παιᾶνας τῶν νενικηκότων, τῶν δὲ τὰ δάκρυα,
τὴν δουλείαν. — Ἐὰν δὲ τόπους ἐκφράζωμεν ἢ χρόνους <note type="marginal">49</note>
ἢ πρόσωπα, ἕξομέν τινα καὶ ἐκ τῆς διηγήσεως καὶ ἐκ
τοῦ καλοῦ ἢ χρησίμου ἢ παραδόξου λόγον.</p><p>Ἀρεταὶ δὲ ἐκφράσεως μάλιστα μὲν σαφήνεια καὶ
<lb n="10"/> ἐνάργεια· δεῖ γὰρ τὴν ἑρμηνείαν διὰ τῆς ἀκοῆς σχεδὸν
τὴν ὄψιν μηχανᾶσθαι. ἔτι μέντοι συνεξομοιοῦσθαι τὰ
τῆς φράσεως ὀφείλει τοῖς πράγμασιν· ἂν ἀνθηρὸν τὸ
πρᾶγμα, ἔστω καὶ ἡ λέξις τοιαύτη, ἂν αὐχμηρὸν τὸ <note type="marginal">50</note>
<note type="marginal">17</note> πρᾶγμα, ἔστω καὶ ἡ λέξις παραπλησία.</p><lb n="15"/><p>Ἰστέον δέ, ὡς τῶν ἀκριβεστέρων τινὲς οὐκ ἔθηκαν
τὴν ἔκφρασιν εἰς γύμνασμα ὡς προειλημμένην καὶ ἐν
μύθῳ καὶ ἐν διηγήματι καὶ ἐν τόπῳ κοινῷ καὶ ἐν ἐγκωμίῳ·
καὶ γὰρ ἐκεῖ, φασίν, ἐκφράζομεν καὶ τόπους
καὶ ποταμοὺς καὶ πράγματα καὶ πρόσωπα. ἀλλʼ ὅμως,
<lb n="20"/> ἐπειδή τινες οὐ φαῦλοι καὶ ταύτην ἐγκατηρίθμησαν
τοῖς γυμνάσμασιν, οἷς ἠκολουθήσαμεν καὶ ἡμεῖς ῥᾳθυμίας
ἔγκλημα φεύγοντες.</p><note type="footnote">1 λέγομεν Lb, Dox. 2 πρὸ Phg; περὶ Ρζ; om. Lb 3 συμι-
βολάς Lb Ρζ, Sard.; συμπλοκάς Phg τὸ Lb Pζ; om. Phg;
τὰ τρόπαια Theon lI 119, 21 Sp. 5 τῶν δὲ 〈ἡττωμένων〉
Heeren, coll. Prisc. illorum vero qui victi sunt 6 χρόνους etiam
pro τόπους Pζ 7 alt. καὶ Phh, Prisc.; om Lb Pζ 8 παρα-
δόξου: laudabili Prisc. | μετὰ τῆς παρʼ ἑαυτῶν διηγήσεως ἀφορ-
μὰς ἕξομεν λόγων καὶ ἐκ τοῦ καλοῦ καὶ ἐκ τοῦ χρησίμου καὶ ἐκ
τοῦ ἡδέος Theon (Sard.: καὶ ἐκ τοῦ ἡδέος, ἀλλὰ καὶ ἐκ τῶν παρα-
δόξων) 15 ἔθη⌊κ ex σ⌉αν Lb 16 in praeexercitamentis Prisc.
17 tert. ἐν om. Lb 18 φασίν Sc; φησὶν Lb Phζ: ?Pg 19 ‘πο-
ταμοὺς — forsan χρόνους vel καιρούς’ Ward 20 τινες: Theon
lI 118, 6 Sp. 21 οἷς Phg ς; om Lb Pζ; fort τούτοις; Prisc.:
non incomgruum est eos imitari</note></div></div></body></text></TEI>