<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0592.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="6"><head>Περὶ κοινοῦ τόπου.</head><note type="marginal">29</note><p>Ὁ τόπος ὁ κοινὸς προσαγορευόμενος αὔξησιν ἔχει 6
τοῦ ὁμολογουμένου πράγματος ὡς τῶν ἀποδείξεων ἤδη
<note type="footnote">1 καὶ κατασκευῆς Pgζ; καὶ περὶ κατασκευῆς ἅμα Ph; om. Lb,
Prisc. 2 προκειμένου Dox. II 319, 3 353,10 W.; cf. Aphth.
4 falsa vel vera Prisc. | οὔτε κατασκευαστέον post 5 μύθους
Pg; om. Pζ 6 καὶ τὰς κατασκευὰς om. Dox. | τὰς om. Pg |
τῶν om. Phg 8 cf. Π. εὑρ. 256, 30 Sp. | δὲ codd.; igitur Prisc.
9 τοῦ — 10 καλουμένου (cf. l. 15) om. Prisc. 10 λεγομένου
Dox. 11 ναρκίσσου Pg 12 incredibile est Prisc. 18 cf.
Herod. 1, 24 | ἐόντα Pg | ἆσαι βουληθῆναι Pζ 14 τὸν— 10 ἦν
om. Lb 15 καὶ om. Pg 16 ἦν om. Pg | τῶ LbPζ: τὸ Ph;
τοῦ Pg | ἂν om. Pζ 17 ἀπόλλω Pζ | de Daphne cf. Aphth.
22 ὁ κοινὸς τόπος Pζ 22 [τοῦ]? cf. 25, 13; Theon II 106, 5 Sp.</note>

<pb n="12"/>
γεγενημένων· οὐ γὰρ ἔτι ζητοῦμεν, εἰ οὗτος ἱερόσυλος,
εἰ οὗτος ἀριστεύς, ἀλλʼ ὡς ἀποδεδειγμένου τὴν αὔξησιν
ποιούμεθα.</p><p>Λέγεται δὲ κοινὸς τόπος, διότι ἁρμόττει κατὰ παντὸς
μὲν ἱεροσύλου, ὑπὲρ παντὸς δὲ ἀριστέως.</p><lb n="5"/><p>Χρὴ δὲ οὕτως προάγειν· πρῶτα κατὰ τὴν ἐξέτασιν
τοῦ ἐναντίου, εἶτα αὐτὸ τὸ πρᾶγμα, εἶτα ἡ σύγκρισις,
εἶτα ἡ γνώμη, εἶτα στοχαστικῶς τὸν παρελθόντα βίον
ἀπὸ τοῦ παρόντος διαβαλεῖς, εἶτα ἐκβαλεῖς τὸν ἔλεον
<note type="marginal">30</note> τοῖς τελικοῖς κεφαλαίοις καλουμένοις καὶ ὑποτυπώσει <lb n="10"/>
τοῦ πράγματος· προοίμια γὰρ οὐκ ἔσται καθαρῶς ἐν
τόπῳ, ἀλλὰ μέχρι τούτου σωθήσεται, οἷον, ἵνʼ ἐπὶ παραδείγματος
γένηταί σοι φανερόν, ἔστω τόπος κατὰ ἱεροσύλου· <note type="marginal">10</note>
οὐκοῦν τὰ προοίμια οὐ τῇ ἐννοίᾳ ἀλλὰ τῷ
τύπῳ τοιάδε· πάντας μὲν προσήκει μισεῖν, ἄνδρες <lb n="15"/>
δικασταί, τοὺς κακούργους, μάλιστα δὲ ὅσοι περὶ τοὺς
θεοὺς τολμῶσιʼ, δεύτερον ῾ εἰ μὲν οὖν βούλεσθε τοὺς
ἄλλους πονηροὺς ποιεῖν, ἐατέον καὶ τοῦτον· εἰ δὲ μή,
κολαστέονʼ, τρίτον ῾ τῷ μὲν οὖν δοκεῖν ὁ κρινόμενος
κινδυνεύει μόνος, τῇ δὲ ἀληθείᾳ καὶ ὑμεῖς οἱ δικάζον <lb n="20"/>
τες· τὸ γὰρ περὶ τοὺς ὅρκους πλημμελῆσαι οὐκ οἶδα
<note type="footnote">1 εἰ οὗτος ἱερόσυλος om. Pζ 2 vel vir fortis Prisc. 5 δὲ
om. Pζ 6 προσάγειν Pg | πρῶτα LbPζ; om Phg, Prisc. 9 δια-
βάλλεις Phg | ἐκβάλλεις Ph 10 καλουμένοις κεφαλαίοις Lb |
ὑποτυπώσεις Phg 12 usque ad formulam quandam Prisc. (unde
Veesenmeyer ci. μέχρι του τύπου) | ἵνʼ om. Pg 13 γενήσεταί
Pg 14 οὐ om. Pζ Prisc.: principia igitur dicenda sunt usque
ad formulam hoc modo) 15 τόπω Lb | πάντα Pζ 16 ὅσα
Lb 17 οὖν om. Phg 17. 18 cf. Aesch. 1, 192 18 καὶ om.
Prisc.; post 17 βούλεσθε ponere mavult Spengel | τοῦτο Ph
20 ἡμεῖς Lb, Dox. II 381, 16 W. 21 contemptio enim iurisiyrandi
et fidei religionisque violatio nescio an minores debeat sacrilegio
poenas Prisc. | ὅρκους οὓς ὑμεῖς ὠμόσατε Dox. | τῆσδε τῆς
Dox. (Ld)</note>

<pb n="13"/>
εἰ φαυλοτέραν δίκην ἔχει τῆς παρανομίας᾿. εἶτα πρὶν
ἐλθεῖν ἐπʼ αὐτὸ τὸ πρᾶγμα, περὶ τοῦ ἐναντίου διαλεκτέον;
ὅτι ῾ οἱ νόμοι τῆς τῶν θεῶν θεραπείας προὐνοήσαντο,
βωμοὺς ἔστησαν, ἀναθήμασιν ἐκόσμησαν, θυσίαις
<lb n="5"/> ἐτίμησαν, πανηγύρεσι, προσόδοις᾿. εἶτα ἡ ἐπίκρισις <note type="marginal">31</note>
κατὰ τὴν ἐξέτασιν τῆς αἰτίας ῾ εἰκότως· τὸ μὲν <note type="marginal">32</note>
γὰρ τούτων εὐμενὲς διασῴζει τὰς πόλεις, εἰ δʼ ἑτέρως
ἔχοιεν, ἀνάγκη ταύτας διαφθείρεσθαι᾿. καὶ πρόβαινε
ἐπὶ τὸ προκείμενον ῾ τούτων οὕτως ἐχόντων οὗτος τί
<lb n="10"/> ἐτόλμησε;ʼ καὶ λέγε τὸ πεπραγμένον οὐχ ὡς διδάσκων
ἀλλʼ ὡς δεινοποιῶν, καὶ ὅτι ῾ ὅλῃ τῇ πόλει ἐλυμήνατο,
καὶ τοῖς κοινοῖς καὶ τοῖς ἰδίοις· καὶ δέος μέν, μὴ ἐπιλίπωσιν
οἱ καρποί, δέος δέ, μὴ τῶν πολεμίων ἡττηθῶμενʼ
καὶ ὅσα τοιαῦτα. ἐξῆς ἐπὶ τὰς συγκρίσεις πρόιθι
<lb n="15"/> ὅτι ῾τῶν ἀνδροφόνων χαλεπώτερος, τὸ δὲ διάφορον
ἐκ τῶν πεπονθότων· οἳ μὲν εἰς ἀνθρώπους ἐτόλμησαν,
ὃ δὲ εἰς θεοὺς παρῴνησε. τοῖς τυράννοις οὗτος παραπλήσιος, <note type="marginal">33</note>
κἀκείνοις οὐ πᾶσιν, ἀλλὰ τοῖς χαλεπωτάτοις·
ἐκείνων γὰρ τοῦτʼ εἶναι δοκεῖ τὸ δεινότατον, ὅτι τῶν
<lb n="20"/> ἀναθημάτων ἅπτονται᾿. τὰς δὲ πρὸς τὸ ἔλαττον συγκρίσεις
κατʼ ἐπιτίμησιν εἰσάξεις, ἐπειδήπερ εἰσὶ καθαιρετικαί·
῾οὐ δεινὸν τὸν μὲν κλέπτην διδόναι δίκην,
τὸν δὲ ἱερόσυλον μή;᾿ ἔξεστι δέ σοι καὶ τὸν ἄλλον
<note type="marginal">11</note> βίον ἐκ τοῦ παρόντος διαβαλεῖν, ὡς ἀπὸ μικρῶν ἀρξάμενος
<lb n="15"/> ἐπὶ τοῦτο προὔβη τελευταῖον· ὥσθʼ ὁμοῦ καὶ
<note type="footnote">3 προνοήσαντες Dox. II 383, 7 W. 4 ἔστησαν καὶ Dox. |
οὐσίαις LbPζ 5 ἡ om. Pgζ 9. 10 οὑτοσὶ ἐτόλμησε Pg 11 καὶ
om. Prisc. 12 δέον Pg | ἐπιλείπωσιν Ph 13 δέον Pg; δέοι
Ph 16 ἀνθρώπους LbPζ, cf. Dox. II 381,14 W.; ἄνον Phg
17 οἱ δὲ εἰς θεούς· Pg 17. 18 παραπλησίως Pg 19 ὅτε Ph
20 ἅπτωνται Ph 22 cf. Theon II 108,11 Sp. 23 δέ οἱ Pg
24 διαβάλλειν Phg | cf. Theon II 108, 17 sq. Sp.</note>

<pb n="14"/>
κλέπτην ἔχετε καὶ τοιχωρύχον καὶ μοιχόνʼ. ἐξετάσεις
<note type="marginal">34</note> δὲ καὶ τὴν γνώμην, ἀφʼ ἧς ἦλθεν ἐπὶ τοῦτο, ὅτι ῾ μὴ
βουλόμενος γεωργεῖν ἀπὸ τοιούτων πλουτεῖν ἐθέλει᾿.
εἰ δὲ λέγοις κατὰ ἀνδροφόνου, καὶ τὰ παρακολουθοῦντα
῾γυνὴ ἐν χηρείᾳ, παῖδες ὀρφανοί ᾿. χρῶ δὲ καὶ τῇ ἐκβολῇ <lb n="5"/>
τοῦ ἐλέου· ἐκβαλεῖς δὲ τὸν ἔλεον τοῖς τελικοῖς
καλουμένοις κεφαλαίοις, τῷ νομίμῳ, τῷ δικαίῳ, τῷ
συμφέροντι, τῷ δυνατῷ, τῷ πρέποντι, καὶ ὑπογραφῇ
τοῦ ἀδικήματος ῾ μή μοι τὸν νῦν δακρύοντα θεωρεῖτε,
ἀλλʼ ἐκεῖνον τὸν καταφρονοῦντα τῶν θεῶν, τὸν προσιόντα <lb n="10"/>
τοῖς ἀνακτόροις, τὸν ἀνασπῶντα τὰς θύρας, τὸν
τῶν ἀναθημάτων ἁπτόμενον᾿. καὶ τελεύτα εἰς παράκλησιν
῾τί μέλλετε; τί βουλεύεσθε περὶ οὗ πάλαι κέκριται;ʼ
— Ταῦτα ὡς ἐν τῷ παρόντι· τὴν δὲ τελεωτέραν
μέθοδον ὕστερον εἴσῃ.</p><lb n="15"/></div><div type="textpart" subtype="section" n="7"><note type="marginal">35</note><head>Περὶ ἐγκωμίου.</head><p>7 Ἐγκώμιόν ἐστιν ἔκθεσις τῶν προσόντων ἀγαθῶν
τινι κοινῶς ἢ ἰδίως· κοινῶς μὲν οἷον ἐγκώμιον ἀνθρώπου,
ἰδίως δὲ οἷον ἐγκώμιον Σωκράτους.</p><p>Ἐγκωμιάζομεν δὲ καὶ πράγματα οἷον δικαιοσύνην <lb n="20"/>
<note type="footnote">1 ἐξετάσεις — 3 ἐθέλει ante 13, 23 ἔξεστι ponenda? cf. 12, 8
2 προῆλθεν Lb 3 τοιτων Pζ; τῶν φόνων LbPhg; per sacri-
legia Prisc. (cf. Dox. II 392, 22 W. ἐκ τῶν ἀλλοτρίων) 4 λέγεις
Pgζ | εἰ — 5 ὀρφανοί a themate (p. 12, 13) aliena; nec magis aptus
est Prisciani textus: praeterea a consequentibus, quod per hunc
deminuta maiestas templorum, infamati sacerdotes, segniores ad
offerendum ornamenta delubris redditi cives, haec enim p. 13, 12
dicenda erant; conturbatio fort. ex Theone II 108, 23—27 109, 3
Sp. orta 6 ἐκβάλλεις Ph | δὲ LbPζ: om. Phg 6. 7 καλουμέ-
νοις τελετικοῖς (sic) Pζ 7 κεφαλαίοις — 8 πρέποντι om. Phg
9 δακρύσαντα θεωρῆτε Pg 13 βούλεσθε Pζ 14 ταῦτα —
15 εἴσῃ om. Prisc. | cf. 8,13 | ὡς LbPζ; νῦν Phg 15 ὕστερον
Phg; om. LbPζ 18 ἀνθρώπου — 19 ἐγκώμιον om. Phg 20 καὶ
vulg., cf. Prisc. etiam; om. LbPhgζ; τὰ Pφ</note>

<pb n="15"/>
καὶ ἄλογα ζῴα οἷον ἵππον, ἤδη δὲ καὶ φυτὰ καὶ ὄρη
καὶ ποταμούς.</p><p>Κέκληται δὲ ἐγκώμιον, ὥς φασιν, ἐκ τοῦ τοὺς ποιητὰς <note type="marginal">36</note>
τοὺς ὕμνους τῶν θεῶν ἐν ταῖς κώμαις τὸ παλαιὸν
<lb n="5"/> ᾄδειν· ἐκάλουν δὲ κώμας τοὺς στενωπούς.</p><p>Ἐπαίνου δὲ διαφέρει τὸ ἐγκώμιον, ὅτι ὁ μὲν ἔπαινος
καὶ ἐν βραχεῖ γένοιτʼ ἄν, οἷον Σωκράτης σοφόςʼ, τὸ
δὲ ἐγκώμιον ἐν μακροτέρᾳ διεξόδῳ. μὴ ἀγνόει δέ, ὅτι
καὶ τοὺς ψόγους τοῖς ἐγκωμίοις προσνέμουσιν, ἤτοι
<lb n="10"/> κατʼ εὐφημισμὸν ὀνομάζοντες ἢ ὅτι τοῖς αὐτοῖς τόποις
ἀμιφότερα προάγεται. τίνι οὖν διαφέρει τὸ ἐγκώμιον
<note type="marginal">12</note> τοῦ κοινοῦ τόπου; δοκεῖ γὰρ ἐν ἐνίοις καὶ σφόδρα
ταῦτα ἀμφότερα συμβαίνειν, οἷον ἀριστέως ἐγκώμιον
καὶ ὑπὲρ ἀριστέως. φασὶ τοίνυν τὴν διαφορὰν ἐν τῷ
<lb n="15"/> τέλει φαίνεσθαι, ἐν τῇ ἐκβάσει· ἐν μὲν γὰρ τῷ κοινῷ <note type="marginal">37</note>
τόπῳ σκοπός ἐστι δωρεὰν λαβεῖν, τὸ δὲ ἐγκώμιον ψιλὴν
ἀρετῆς ἔχει μαρτυρίαν.</p><p>Τόποι δέ εἰσιν ἐγκωμιαστικοὶ ἔθνος οἷον Ἕλλην,
πόλις οἷον Ἀθηναῖος, γένος οἷον Ἀλκμαιωνίδης. ἐρεῖς
<lb n="20"/> δέ τινα καὶ ἃ περὶ τὴν γένεσιν συνέπεσεν ἄξια θαύματος,
οἷον ἐξ ὀνειράτων ἢ συμβόλων ἢ τινων τοιούτων.
<note type="footnote">1 εἴδη Pg | arbores et semina et montes et fluvios et similia
Prisc. 6 cf. Alex. III 2, 29 Sp. Arist Rhet. A 9 p. 1367 b 27. 28
7 cf. 7, 15 9 cf. Theon II 112, 17 Sp. 11 προσάγεται Phg 12 ἐν
Lb, Prisc.; om. Pζ; ἐν ἐνίοις om. Phg | καὶ om. Lb 13 ἀμφό-
τερα ταῦτα Lb | οἷον LbPζ; om. Phg 14 καὶ ὑπὲρ ἀριστέως
κοινὸς τόπος Dox. II 413, 26 W. 15 ἐν τῆ ἐκβάσει Lb, (ἀπο-
βάσει) Pζ; καὶ τῇ ἐκβάσει Dox.; om. Phg 16 ψιλῆς Dox., m. 1
Ph: laus autem per se testimonium virtutis habet Prisc. 18 εἰσιν
om. Phg | cf. 46, 14 | ἐγκωμιαστικοὶ | fin. lin. | λϛ΄ ἔθνος Pg;
loca … haec sunt Prisc. 20 γέννησιν Ph | Menand. III
419, 25 sq.: 371, 8 Sp.: κατὰ τὴν γέννεσιν … συνέβη τινὰ θαυ-
μάσια . . Κύρῳ τὰ τῆς μητρὸς ὀνείρατα; cf. Herod 1, 107. <lb n="108"/>
21 τινων LbPζ; om. Phg; vel huiuscemodi quibusdam praenun-
tiationibus Prisc.</note>

<pb n="16"/>
ἐπὶ τούτοις ἡ τροφή, οἷον ὥσπερ ἐπὶ τοῦ Ἀχιλλέως,
ὅτι μυελοῖς λεόντων ἐτράφη καὶ παρὰ τῷ Χείρωνι.
εἶτα ἡ ἀγωγή, πῶς ἤχθη ἢ πῶς ἐπαιδεύθη. καὶ
μὴν καὶ φύσις ψυχῆς καὶ σώματος ἐξετασθήσεται καὶ
<note type="marginal">38</note> τούτων ἑκάτερον κατὰ διαίρεσιν· ἐρεῖς γὰρ περὶ μὲν <lb n="5"/>
σώματος, ὅτι καλός, ὅτι μέγας, ὅτι ταχύς, ὅτι ἰσχυρός,
περὶ δὲ ψυχῆς, ὅτι δίκαιος, ὅτι σώφρων, ὅτι σοφός,
ὅτι ἀνδρεῖος. ἐπὶ τούτοις ἐκ τῶν ἐπιτηδευμάτων, οἷον
ποῖον ἐπετήδευσε βίον, φιλόσοφον ἢ ῥητορικὸν ἢ στρατιωτικόν.
τὸ δὲ κυριώτατον αἱ πράξεις· ἐν γὰρ τοῖς <lb n="10"/>
ἐπιτηδεύμασιν αἱ πράξεις· οἷον στρατιωτικὸν βίον ἑλόμενος
τί ἐν τούτῳ κατέπραξε. τὰ δὲ ἐκτός, οἷον συγγενεῖς,
φίλοι, κτήματα, οἰκέται, τύχη καὶ τὰ τοιαῦτα.
ἔτι δὲ καὶ ἀπὸ τοῦ χρόνου ὅσον ἐβίωσε, πολὺν ἢ μέτριον·
ἑκάτερον δὲ ἀφορμὴν ἐγκωμίων δίδωσι· τόν τε <lb n="15"/>
γὰρ μακροβιώτατον ἐξ αὐτοῦ τούτου ἐπαινέσεις, τόν
τε μὴ μακρόβιον ἐν τῷ ‘μὴ μετασχεῖν τῶν νοσημάτων
τῶν διὰ τὸ γῆρας γινομένων’. ἔτι δὲ καὶ ἀπὸ τοῦ τρόπου
τῆς τελευτῆς, ὅπως ἀπέθανεν ὑπὲρ τῆς πατρίδος
μαχόμενος· καὶ εἴ τι παράδοξον ἐνταῦθα, ὡς ἐπὶ τοῦ <lb n="20"/>
<note type="marginal">39</note> Καλλιμάχου, ὅτι καὶ νεκρὸς εἱστήκει· καὶ ἀπὸ τοῦ
ἀποκτείναντος αὐτὸν ἐπαινέσεις, οἷον ὅτι Ἀχιλλεὺς ὑπὸ
θεοῦ ἀπέθανε τοῦ Ἀπόλλωνος. ἐξετάσεις δὲ καὶ τὰ μετὰ
τὴν τελευτήν, εἰ ἀγῶνες ἐτέθησαν ἐπʼ αὐτῷ, ὡς ἐπὶ <note type="marginal">13</note>
<note type="footnote">1 οἷον ὥσπερ LbPζ; ὡς (om. cet.) Phg; quomodo Prisc. 2 Apollod.
3,172. Menand. III 371, 24 Sp. 8 ὅπως Phg 10 ἐν — 11 πράξεις
om. LbPg 11 προελόμενος Lb 16 ἐξ — 17 μακρόβιον om. Lb
16 μακροβίωτον Dox. (Wc) | ἐπαινέση Pζ | cf. [Dion.] II 1 p. 282,
6. 18 Us. 17 τε γὰρ μὴ Pg | μακρόβιον Walz; μακροβιώτατον
Phgζς | Isocr. 9,71 | μὴ om. Pζ; supr. Pg | τῶν Phg; om. LbPζ,
Sard. 18 τῶν Pgζ, Sard.; om. LbPh | τὸ om. Pg 21 cf. Plut.
Parall. 1 p. 305 C 22 κτείναντος Lb | οἷον ὅτι LbPζ, Sard.;
ὡς Phg | ὁ ἀχιλλεὺς Pζ 23 τὰ om. Phg; καὶ τὰ om. Sard.;
24 Hom. Ψ 262</note>

<pb n="17"/>
Πατρόκλῳ, εἰ χρησμός τις περὶ τῶν ὀστέων, ὡς ἐπὶ <note type="marginal">40</note>
Ὀρέστου, εἰ οἱ παῖδες ἔνδοξοι, ὡς ὁ Νεοπτόλεμος. μεγίστη
δὲ ἐν τοῖς ἐγκωμίοις ἀφορμὴ ἡ ἀπὸ τῶν συγκρίσεων,
ἃς τάξεις, ὡς ἂν ὁ καιρὸς ὑφηγῆται.</p><lb n="5"/><p>Παραπλησίως δὲ καὶ τὰ ἄλογα ζῷα κατὰ τὸ ἐγχωροῦν.
καὶ γὰρ ἀπὸ τοῦ τόπου, ἐν ᾧ γίνεται, ἐγκωμιάσεις.
εἰς δὲ τὴν τοῦ γένους χώραν ἐρεῖς, τίνι θεῶν
ἀνάκειται, οἷον ἡ γλαῦξ τῇ Ἀθηνᾷ, ὁ ἵππος τῷ Ποσειδῶνι.
ὁμοίως δὲ ἐρεῖς, πῶς τρέφεται, ποταπὸν τὴν
<lb n="10"/> ψυχήν, ποταπὸν τὸ σῶμα, τίνα ἔργα ἔχει, ποῦ χρήσιμα,
πόσος ὁ χρόνος τοῦ βίου. καὶ συγκρινεῖς δὲ καὶ
ὅλως τοῖς ἐμπίπτουσι τῶν τόπων χρήσῃ.</p><p>Τὰ δὲ πράγματα ἐγκωμιάσεις ἀπὸ τῶν εὑρόντων,
οἷον τὴν θηρατικὴν Ἄρτεμις εὗρε καὶ Ἀπόλλων· ἀπὸ
<lb n="15"/> τῶν χρησαμένων, ὅτι ἥρωες αὐτῇ ἐχρῶντο· μέθοδος δὲ
ἀρίστη ἐπὶ τῶν τοιούτων ἐγκωμίων, ὅσα περὶ πραγμάτων,
τὸ τοὺς μετιόντας αὐτὰ σκοπεῖν, ὁποῖοί τινές <note type="marginal">41</note>
εἰσι καὶ τὰς ψυχὰς καὶ τὰ σώματα, οἷον οἱ θηρῶντες
ἀνδρεῖοι, εὔτολμοι, ὀξύτεροι τὰς φρένας, ἐρρωμένοι
<lb n="20"/> τὰ σώματα. — Ἐντεῦθεν οὐκ ἀγνοήσεις, ὅπως θεοὺς
ἐγκωμιαστέον. ἰστέον δέ, ὅτι τὰ εἰς θεοὺς ὕμνους
κλητέον.</p><p>Καὶ μὴν καὶ τὰ φυτὰ παραπλησίως ἀπὸ τοῦ τόπου,
<note type="footnote">1 Herod. 1, 67 | περὶ LbPhζ, Sard.; ἐπὶ Pg 2 τοῦ ὀρέστου Pg |
ὁ om. Pg, Sard. 4 ἃς scripsi, cf. Prisc. quas; ἣν codd. | ἀφη-
γῆται Pζ 5 παραπλησίως — τὰ om. Lb | καὶ om. Pζ 7 cf. 15,19
9. 10 ποταπὸν sic codd.; cf. 18, 12. 13 11 ὁ Pg; om. LbPhζ
12 τῶν τόπων ς; τῶι τόπωι LbPhgζ; Prisc.: omnibus accidentibus
locis (cf. 30, 11) 14 οἷον ὅτι Nic. | εὗρε καὶ LbPζ, Sard.; εὗρεν·
(om. καὶ) Phg | cf. Xenoph. Cyneg. 1,1 | καὶ ἀπὸ vulg., cf. Prisc.
15 χρησμῶν Pg; χρησμένων Ph | οἱ ἥρωες Phg 18 οἷον εἰ οἱ
Lb 20 ἐντεῦθεν — 22 κλητέον suspecta; cf. 15, 4 20 sq.
cf. Alex. III 4, 14—6, 9 Sp. 21 cf. Theon II 109, 24.; Plat.
Reip. X 607 A 23 ὡς ἀπὸ Pg</note>

<pb n="18"/>
ἐν ᾧ φύεται· ἀπὸ τοῦ θεοῦ, ἀνάκειται, ὡς ἡ ἐλαία
τῇ Ἀθηνᾷ· ἀπὸ τῆς τροφῆς, οἷον πῶς τρέφεται. καὶ
εἰ μὲν πολλῆς ἐπιμελείας δέοιτο, τοῦτο θαυμάσεις, ἂν
δὲ ὀλίγης, καὶ τοῦτο. ἐρεῖς δὲ ὡς ἐπὶ σώματος τὴν
ἀναδρομήν, τὸ κάλλος, εἰ ἀειθαλές, ὡς ἡ ἐλαία· εἶτα <lb n="5"/>
τὸ χρήσιμον, ᾧ μάλιστα ἐνδιατρίψεις. τὰς δὲ συγκρίσεις
πανταχοῦ παραληπτέον.</p><p>Καὶ μὴν καὶ πόλεως ἐγκώμιον ἐκ τούτων οὐκ ἂν
χαλεπῶς μεταχειρίσαιο· ἐρεῖς γὰρ καὶ περὶ γένους, ὅτι <note type="marginal">14</note>
<note type="marginal">42</note> αὐτόχθονες, καὶ περὶ τροφῆς, ὡς ὑπὸ θεῶν ἐτράφησαν, <lb n="10"/>
καὶ περὶ παιδείας, ὡς ὑπὸ θεῶν ἐπαιδεύθησαν. ἐξετάσεις
δὲ ὡς ἐπὶ ἀνθρώπου, ποδαπὴ τούς τρόπους ἡ
πόλις, ποδαπὴ τὴν κατασκευήν, τίσιν ἐπιτηδεύμασιν
ἐχρήσατο, τίνα κατέπραξε.</p></div><div type="textpart" subtype="section" n="8"><head>Περὶ συγκρίσεως.</head><lb n="15"/><p>8 Ἡ σύγκρισις παρείληπται μὲν καὶ ἐν τόπῳ κοινῷ
κατὰ σύγκρισιν ἡμῶν αὐξόντων τὰ ἀδικήματα, παρείληπται
δὲ καὶ ἐν ἐγκωμίῳ κατὰ σύγκρισιν ἡμῶν αὐξόντων
τὰ χρηστά, παρείληπται δὲ· καὶ ἐν ψόγῳ τὴν αὐτὴν
παρεχομένη δύναμιν. ἐπεὶ δὲ οὐ τῶν φαύλων τινὲς καὶ <lb n="20"/>
<note type="footnote">2 et a pastu Prisc., cf. Sard. | τῆς om. Pζ | οἷον om. Prisc
5 εἶτα LbPζ; εἰ Phg 5. 6 εἰ τῶ χρήσιμον Pg, (εἴ τῳ) ς; et quid
utile habeat Prisc. | διατρίψεις Pζ 7 ληπτέον Pg 8 urbium
laudes Prisc. | cf. [Dion.] ΙΙ 1 p. 275, 19 sq. Us. 11 ἐξεταστέον
Phg 12 δὲ om. Pζ | πο⌊τ ex δ⌉απὴ Lb: cf. 17, 9 12. 13 ἡ
πόλις om. Prisc. 15 om. Pζ 16 Prisc. incipit: conparatio
est vel similium vel diversorum vel minorum ad maiora vel ma-
iorum ad minora collatio; definitio a nostro rhetore aliena saltem
ante p. 19, 3 ponenda erat | cf. 13, 14 18 ἐν om. LbPg | cf.
17, 3 19 παρείληπται — 20 δύναμιν suspecta; ψόγος comme-
moratus non est nisi 15,9 | ἐν om. Pg 20 ἐπεὶ Pζ, (ει ex parte
evan.) Lb: ἐπειδὴ Phg | οὐ Pζ; om. LbPhg; Prisc.: doctissimi
oratorum | τινές: cf. Theon II 112, 20 Sp.</note>

<pb n="19"/>
αὐτὴν καθʼ αὐτὴν ἐποίησαν γύμνασμα, μικρὸν περὶ
αὐτῆς λεκτέον.</p><p>Πρόεισι τοίνυν κατὰ τοὺς ἐγκωμιαστικοὺς τόπους·
συγκρίνομεν γὰρ καὶ πόλιν πόλει, ἀφʼ ὧν οἱ ἄνδρες,
<lb n="5"/> καὶ γένος γένει καὶ τροφὴν τροφῇ καὶ ἐπιτηδεύματα
καὶ πράξεις καὶ τὰ ἐκτὸς καὶ τρόπους θανάτων καὶ τὰ
μετʼ ἐκεῖνα. — Ὁμοίως δὲ εἰ καὶ φυτὰ συγκρίνοις, ἀντεξετάσεις <note type="marginal">43</note>
τοὺς δόντας θεούς, τοὺς τόπους, ἐν οἷς φύεται,
τὸ ἥμερον, τὴν χρείαν τῶν καρπῶν καὶ τὰ ἐξῆς. —
<lb n="10"/> Ὁμοίως δὲ εἰ καὶ πράγματα συγκρίνοις, ἐρεῖς τοὺς
πρώτους ἀψαμένους τῶν πραγμάτων καὶ τοὺς μετιόντας
παραθήσεις ἀλλήλοις, ποιότητα ψυχῆς, ποιότητα σώματος.
ταὐτὸν δέ σοι καὶ περὶ πάντων κείσθω θεώρημια.</p><p>Ἐνίοτε μὲν οὖν κατὰ τὸ ἴσον προάγομεν τὰς συγκρίσεις,
<lb n="15"/> ἴσα δεικνύντες, ἃ παραβάλλομεν, ἢ διὰ πάντων
ἢ διὰ πλειόνων· ἐνίοτε δὲ θάτερον προτίθεμεν,
ἐγκωμιάζοντες κἀκεῖνο, οὗ τοῦτο προτίθεμεν· ἐνίοτε δὲ <note type="marginal">44</note>
τὸ μὲν ψέγομεν ὅλως, τὸ δὲ ἐπαινοῦμεν, οἷον εἰ λέγοις
σύγκρισιν δικαιοσύνης καὶ πλούτου. γίνεται δὲ καὶ
<lb n="20"/> πρὸς τὸ βέλτιον σύγκρισις, ἔνθα ἀγὼν τὸν ἐλάττονα
<note type="footnote">1 προγύμνασμα Lb | μικρὸν LbPhgζ; etam Prisc.; μικρὸν· καὶ
Pφ 3 procedentes . . conparamus Prisc. 4 cf. 15, 19 7 fort.
ἐκείνους; quae eam (sc. mortem) sunt consecuta Prisc.; cf. 16, 23 |
καὶ τὰ φυτὰ (om. εἰ) Phg | cf. 17,23 8 τοὺς δόντας τοὺς θεοὺς
Pζ; praesidentia eis numina Prisc. 9 ἥμερον LbPζ, Sard.;
ἡμερώτερον Phg 10 πράγματι Pζ | cf. 17, 13 | συγκρίνεις Phg
10—13 dices, qui primi eas invenerunt, et eos conferes, praeterea
qualitatem animi et corporis Prisc. 12 παραθήσεις δὲ Pg (μετ-
ιόντας, παραθήσεις δὲ ἀλλήλοις ποιότητα vulg. ) | cf. 17, 17
18 κεῖσθαι Pζ 14 μὲν om. Phg | ⌊ὀὺν⌉ Ph 15 ἢ LbPζ; τῆι
Phg 16 πλειόνων LbPζ, Sard.; τῶν πλειόνων Pg; τῶν πλείστων
Ph 16 et 17 προστίθεμεν Ph 17 ἐνίοτε — 18 ἐπαινοῦμεν
LbPζ; om. Phg 18 λέγεις Pζ 19 δικαιοσύνη Pζ 20 βέλ-
τιστον Ph</note>

<pb n="20"/>
ἴσον τῷ κρείττονι δεῖξαι, οἷον εἰ σύγκρισιν λέγοις
Ἡρακλέους καὶ Ὀδυσσέως. ἀπαιτεῖ δὲ τὸ τοιοῦτο βίαιον
ῥήτορα καὶ δεινότητα, δεῖται δὲ καὶ γοργότητος
ἡ ἐργασία πανταχοῦ διὰ τὸ δεῖν ταχείας ποιεῖσθαι τὰς
μεταβάσεις.</p><lb n="5"/></div><div type="textpart" subtype="section" n="9"><head>Περὶ ἠθοποιίας.</head><p>9 Ἠθοποιία ἐστὶ μίμησις ἤθους ὑποκειμένου προσώπου,
οἷον τίνας ἂν εἴποι λόγους Ἀνδρομάχη ἐπὶ Ἕκτορι.
προσωποποιία δέ, ὅταν πράγματι περιτιθῶμεν
πρόσωπον, ὥσπερ ὁ Ἔλεγχος παρὰ Μενάνδρῳ, καὶ <lb n="10"/>
<note type="marginal">45</note> ὥσπερ παρὰ τῷ Ἀριστείδῃ ἡ θάλασσα ποιεῖται τοὺς
λόγους πρὸς τοὺς Ἀθηναίους. ἡ δὲ διαφορὰ δήλη·
ἐκεῖ μὲν γὰρ ὄντος προσώπου λόγους πλάττομεν, ἐνταῦθα
δὲ οὐκ ὂν πρόσωπον πλάττομεν. εἰδωλοποιίαν
δέ φασιν ἐκεῖνο, ὅταν τοῖς τεθνεῶσι λόγους περιάπτωμεν, <lb n="15"/>
ὥσπερ Ἀριστείδης ἐν τῷ Πρὸς Πλάτωνα ὑπὲρ
τῶν τεσσάρων· τοῖς γὰρ ἀμφὶ τὸν Θεμιστοκλέα περιῆψε
λόγους.</p><p>Γίνονται δὲ ἠθοποιίαι καὶ ὡρισμένων καὶ ἀορίστων
προσώπων· ἀορίστων μέν, οἷον ποίους ἂν εἴποι λόγους <lb n="20"/>
τις πρὸς τοὺς οἰκείους μέλλων ἀποδημεῖν, ὡρισμένων
δέ, οἷον ποίους ἂν εἴποι λόγους Ἀχιλλεὺς πρὸς Δηιδάμειαν
μέλλων ἐπὶ τὸν πόλεμον ἐξιέναι.</p><p>Τῶν δὲ ἠθοποιιῶν αἳ μέν εἰσιν ἀπλαῖ, ὅταν τις
<note type="footnote">4 cf. Herm. p. 344, 4. 24 Sp. 7 sq. cf. Aphth. 8 ἐπὶ Phgζ;
περὶ Lb | cf. 21, 14 9 aliter Aps. I 2 p. 299,10 Sp. -H. 10 πρόσ-
ωπα Phg | ὡς (om. περ) Pζ | Menandri fr. 545, III p. 165 Kock
11 Aristides verba non servata | τοὺς LbPζ, Sard.; om. Phg
13 ὄντως Ph | ἐνταῦθα — 14 πλάττομεν mg. Ph; om. Pg 16 Arist.
II p 301 sq. Dind. 17 cf. Aphth. II 44, 30 Sp.; Geometres
apud Dox. II 497, 5 W.; Sopater in schol. Aristid. III 674 Dind.
18 λόγους Pζ: λόγοις Phg, (ι ex υ) Lb 23 τὸν om. Pg</note>

<pb n="21"/>
αὐτὸς καθʼ ἑαυτὸν ὑποκέηται λόγους διατιθέμενος, αἳ
δὲ διπλαῖ, ὅταν πρὸς ἄλλον· καθʼ ἑαυτὸν μέν, οἷον
τίνας ἂν εἴποι λόγους στρατηγὸς ἀπὸ τῆς νίκης ἀναστρέφων,
πρὸς ἄλλον δέ, οἷον τίνας ἂν εἴποι λόγους
<lb n="5"/> στρατηγὸς πρὸς τὸ στρατόπεδον μετὰ τὴν νίκην.</p><p>Πανταχοῦ δὲ σώσεις τὸ οἰκεῖον πρέπον τοῖς ὑποκειμένοις <note type="marginal">46</note>
προσώποις τε καὶ καιροῖς· ἄλλος μὲν γὰρ νέου
λόγος, ἄλλος δὲ πρεσβύτου, ἄλλος δὲ γεγηθότος, ἄλλος
ἀνιωμένου.</p><lb n="10"/><p>Εἰσὶ δὲ αἳ μὲν ἠθικαί, αἳ δὲ παθητικαί, αἳ δὲ
μικταί· ἠθικαὶ μέν, ἐν αἷς ἐπικρατεῖ διόλου τὸ ἦθος,
οἷον τίνας ἂν εἴποι λόγους γεωργὸς πρῶτον ἰδὼν
ναῦν· παθητικαὶ δέ, ἐν αἷς διόλου τὸ πάθος, οἷον
ποίους ἂν εἴποι λόγους Ἀνδρομάχη ἐπὶ Ἕκτορι· μικταὶ
<lb n="15"/> δὲ αἱ σύνοδον ἔχουσαι ἤθους καὶ πάθους, οἷον τίνας
<note type="marginal">16</note> ἂν εἴποι λόγους Ἀχιλλεὺς ἐπὶ Πατρόκλῳ· καὶ γὰρ τὸ
πάθος διὰ τὴν τοῦ Πατρόκλου σφαγὴν καὶ τὸ ἦθος,
ἐν ᾧ περὶ τοῦ πολέμου βουλεύεται.</p><p>Ἡ δὲ ἐργασία κατὰ τοὺς τρεῖς χρόνους πρόεισι· καὶ
<lb n="20"/> ἄρξῃ γε ἀπὸ τῶν παρόντων, ὅτι χαλεπά· εἶτα ἀναδραμῇ
<note type="footnote">21, 5 — 25,6 multa evanuerunt Pg</note>
<note type="footnote">1 αὐτὸς Phζ; αὐτὸν LbPg | ὑπόκειται Pg; ὑποκέκτηται Pζ
2 ad alios Prisc. 3 ἀπὸ — 5 στρατηγὸς om. Ph 4 ἄλλον
LbPζ; ἄλλους Pg, Prisc. | οἷον om. Prisc. | τίνας LbPζ; ποίους
Pg 5 τὴν om. Lb 6 πρέπον· ⌊II—III⌉ τοῖς Ph 9 ἀνιωμένου
LbPζ; δὲ λυπουμένου Ph;? Pg 11—16 sic Lb (et Pζ, at ann.
l. 12); primum παθητικαὶ μὲν — ἕκτορι, tum ἠθικαὶ δὲ — ναῦν
Phg, Prisc. (Aphth. II 45, 6 Sp.: τῶν δὲ ἠθοποιιῶν αἳ μέν εἰσι
παθητικαί, αἳ δὲ ἠθικαί … καὶ παθητικαὶ μὲν κτλ.) 11 διό-
λου Lb; ὅλου Pζ; om. Phς 12 γεωργὸς — 14 λόγους om. Pζ | πρώ-
τως Ph ; πρῶτος Pg 14 cf. 20, 8 15 τὸ συναμφότερον ἔχουσαι
καὶ (καὶ om. Vc) ἦθος καὶ πάθος Aphth. (PahVcAcBa; καὶ ἦθος
καὶ πάθος om. Pc) | ἤθους καὶ πάθους LbPζ: om. Phg, Prisc.
16 τῶ πατρόκλω Pζ 18 βούλεται Lb 20 γε LbPhg; τε Pζ</note>

<pb n="22"/>
<note type="marginal">47</note> πρὸς τὰ πρότερα, ὅτι πολλῆς εὐδαιμονίας μετέχοντα·
εἶτα ἐπὶ τὰ μέλλοντα μετάβηθι, ὅτι πολλῷ δεινότερα
τὰ καταληψόμενα.</p><p>Ἔστω δὲ καὶ σχήματα καὶ λέξεις πρόσφοροι τοῖς ὑποκειμένοις
προσώποις.</p><lb n="5"/></div><div type="textpart" subtype="section" n="10"><head>Περὶ ἐκφράσεως.</head><lb n="10"/><p>Ἔκφρασίς ἐστι λόγος περιηγηματικός, ὥς φασιν, ἐναργὴς
καὶ ὑπ᾿ ὄψιν ἄγων τὸ δηλούμενον.</p><p>Γίνονται δὲ ἐκφράσεις προσώπων τε καὶ πραγμάτων
καὶ καιρῶν καὶ τόπων καὶ χρόνων καὶ πολλῶν ἑτέρων· <lb n="10"/>
προσώπων μέν, ὡς παρʼ Ὁμήρῳ «φολκὸς ἔην, χωλὸς
δʼ ἕτερον πόδα»· πραγμάτων δὲ οἷον ἔκφρασις πεζομαχίας
καὶ ναυμαχίας· καιρῶν δὲ οἷον εἰρήνης, πολέμου·
τόπων δὲ οἷον λιμένων, αἰγιαλῶν, πόλεων· χρόνων
δὲ οἷον ἔαρος, θέρους, ἑορτῆς. — Γένοιτο δʼ ἄν
<note type="marginal">48</note> τις καὶ μικτὴ ἔκφρασις, ὡς παρὰ τῷ Θουκυδίδῃ ἡ
νυκτομαχία· ἡ μὲν γὰρ νύξ καιρός τις, ἡ δὲ μάχη
πρᾶξις.</p><p>Ἐπιχειρήσομεν δὲ τὰ μὲν πράγματα ἐκφράζοντες ἀπὸ
τῶν προγεγονότων καὶ ἐν αὐτοῖς γινομένων καὶ ἐπισυμβαινόντων· <lb n="20"/>
<note type="footnote">2 ἐπὶ LbPhζ, Sard.; εἰς Pg 6 sq. cf. [Dion.] II 1 p. 372,
4 sq. Us. 7. 8 περιηγηματικὸς ἐναργῶς ὑπ᾿ ὄψιν ἄγων τὸ δη-
λούμενον Theon II 118, 7 Sp. (cf. Aphth.) 7 ἐνεργὴς Pζ 8 τὸ
γινόμενον Phϛ 10 καὶ καιρῶν LbPζ; om. Phς; ? Pg 11 φολκὸς
Lb, Hom. B 217; φοξὸς Ph (mg.: ὀξυκέφαλος, i. e. Hom. B 219),
Pζ; φοξὸς ἔην κεφαλήν, χωλὸς Theonis codices ΙΙ 118, 13 Sp. et
Sard. 18 καὶ ναυμαχίας LbPζ, Prisc., cf. Aphth.; om. Ph |
καὶ — οἷον om. ς 14 τόπων — πόλεων om. ς | λιμένων — 15 οἷον
om. Ph 14. 15 χρόνων LbPζ: καιρῶν ϛ 16 ἔμφασις Pg | τῷ
om. Theon II 119, 3 Sp. 17 Thuc. 3, 22 | καιρός ἐστιν Theon
19 ἐπιχειρίσ⌊ο ex ω⌉μεν Ph 20 καὶ τῶν ἐν . . καὶ τῶν ἐπι-
συμβαινόντων Dox. II 519, 6 W. | καὶ ἐπισυμβαινόντων om. Pζ;
vel aguntur Prisc. (Aphth.: καὶ ὅσα ἐκ τούτων ἐκβαίνειν φιλεῖ)</note>

<pb n="23"/>
οἷον εἰ πολέμου λέγοιμεν ἔκφρασιν,
πρῶτον μὲν τὰ πρὸ τοῦ πολέμου ἐροῦμεν, τὰς στρατολογίας,
τὰ ἀναλώματα, τοὺς φόβους, εἶτα τὰς συμβολάς,
τὰς σφαγάς, τοὺς θανάτους, εἶτα τὸ τρόπαιον,
<lb n="5"/> εἶτα τοὺς παιᾶνας τῶν νενικηκότων, τῶν δὲ τὰ δάκρυα,
τὴν δουλείαν. — Ἐὰν δὲ τόπους ἐκφράζωμεν ἢ χρόνους <note type="marginal">49</note>
ἢ πρόσωπα, ἕξομέν τινα καὶ ἐκ τῆς διηγήσεως καὶ ἐκ
τοῦ καλοῦ ἢ χρησίμου ἢ παραδόξου λόγον.</p><p>Ἀρεταὶ δὲ ἐκφράσεως μάλιστα μὲν σαφήνεια καὶ
<lb n="10"/> ἐνάργεια· δεῖ γὰρ τὴν ἑρμηνείαν διὰ τῆς ἀκοῆς σχεδὸν
τὴν ὄψιν μηχανᾶσθαι. ἔτι μέντοι συνεξομοιοῦσθαι τὰ
τῆς φράσεως ὀφείλει τοῖς πράγμασιν· ἂν ἀνθηρὸν τὸ
πρᾶγμα, ἔστω καὶ ἡ λέξις τοιαύτη, ἂν αὐχμηρὸν τὸ <note type="marginal">50</note>
<note type="marginal">17</note> πρᾶγμα, ἔστω καὶ ἡ λέξις παραπλησία.</p><lb n="15"/><p>Ἰστέον δέ, ὡς τῶν ἀκριβεστέρων τινὲς οὐκ ἔθηκαν
τὴν ἔκφρασιν εἰς γύμνασμα ὡς προειλημμένην καὶ ἐν
μύθῳ καὶ ἐν διηγήματι καὶ ἐν τόπῳ κοινῷ καὶ ἐν ἐγκωμίῳ·
καὶ γὰρ ἐκεῖ, φασίν, ἐκφράζομεν καὶ τόπους
καὶ ποταμοὺς καὶ πράγματα καὶ πρόσωπα. ἀλλʼ ὅμως,
<lb n="20"/> ἐπειδή τινες οὐ φαῦλοι καὶ ταύτην ἐγκατηρίθμησαν
τοῖς γυμνάσμασιν, οἷς ἠκολουθήσαμεν καὶ ἡμεῖς ῥᾳθυμίας
ἔγκλημα φεύγοντες.</p><note type="footnote">1 λέγομεν Lb, Dox. 2 πρὸ Phg; περὶ Ρζ; om. Lb 3 συμι-
βολάς Lb Ρζ, Sard.; συμπλοκάς Phg τὸ Lb Pζ; om. Phg;
τὰ τρόπαια Theon lI 119, 21 Sp. 5 τῶν δὲ 〈ἡττωμένων〉
Heeren, coll. Prisc. illorum vero qui victi sunt 6 χρόνους etiam
pro τόπους Pζ 7 alt. καὶ Phh, Prisc.; om Lb Pζ 8 παρα-
δόξου: laudabili Prisc. | μετὰ τῆς παρʼ ἑαυτῶν διηγήσεως ἀφορ-
μὰς ἕξομεν λόγων καὶ ἐκ τοῦ καλοῦ καὶ ἐκ τοῦ χρησίμου καὶ ἐκ
τοῦ ἡδέος Theon (Sard.: καὶ ἐκ τοῦ ἡδέος, ἀλλὰ καὶ ἐκ τῶν παρα-
δόξων) 15 ἔθη⌊κ ex σ⌉αν Lb 16 in praeexercitamentis Prisc.
17 tert. ἐν om. Lb 18 φασίν Sc; φησὶν Lb Phζ: ?Pg 19 ‘πο-
ταμοὺς — forsan χρόνους vel καιρούς’ Ward 20 τινες: Theon
lI 118, 6 Sp. 21 οἷς Phg ς; om Lb Pζ; fort τούτοις; Prisc.:
non incomgruum est eos imitari</note></div></div></body></text></TEI>