<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0592.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="5"><head>Περὶ ἀνασκευῆς καὶ κατασκευῆς.</head><p>Ἀνασκευή ἐστιν ἀνατροπὴ τοῦ προτεθέντος πράγματος, <note type="marginal">5</note>
κατασκευὴ δὲ τοὐναντίον βεβαίωσις.</p><note type="marginal">9</note><p>Τὰ δὲ πάνυ ψευδῆ οὔτε ἀνασκευαστέον οὔτε κατασκευαστέον, <note type="marginal">28</note>
<lb n="5"/> ὥσπερ τούς μύθους, ἀλλὰ δεῖ δήπου τὰς
ἀνασκευὰς καὶ τὰς κατασκευὰς τῶν ἐφʼ ἑκάτερα τὴν
ἐπιχείρησιν· δεχομένων ποιεῖσθαι.</p><p>Ἀνασκευάσεις δὲ ἐκ τοῦ ἀσαφοῦς, ἐκ τοῦ ἀπιθάνου,
ἐκ τοῦ ἀδυνάτου, ἐκ τοῦ ἀνακολούθου τοῦ καὶ ἐναντίου
<lb n="10"/> καλουμένου, ἐκ τοῦ ἀπρεποῦς, ἐκ τοῦ ἀσυμφόρου. ἐκ
τοῦ ἀσαφοῦς οἷον ῾ ἀσαφὴς ἦν ὁ περὶ Νάρκισσον χρόνοςʼ.
ἐκ τοῦ ἀπιθάνου ῾ ἀπίθανον ἦν τὸν Ἀρίονα ἐν
κακοῖς ὄντα βουληθῆναι ᾆσαι᾿. ἐκ τοῦ ἀδυνάτου ῾ἁδύνατον
ἦν τὸν Ἀρίονα ἐπὶ δελφῖνος σωθῆναι᾿. ἐκ τοῦ
<lb n="15"/> ἀνακολούθου τοῦ καὶ ἐναντίου καλουμένου ἐναντίον
ἦν τῷ σῶσαι τὴν δημοκρατίαν τὸ καταλῦσαι ἂν αὐτὴν
ἐθελῆσαι. ἐκ τοῦ ἀπρεποῦς ἀπρεπὲς ἦν τὸν Ἀπόλλωνα
θεὸν ὄντα θνητῇ μίγνυσθαι᾿. ἐκ τοῦ ἀσυμφόρου, ὅταν
λέγωμεν, ὅτι οὐδὲ συμφέρει ταῦτα ἀκούειν. — Κατασκευάσεις
<lb n="20"/> δὲ ἐκ τῶν ἐναντίων.</p></div><div type="textpart" subtype="section" n="6"><head>Περὶ κοινοῦ τόπου.</head><note type="marginal">29</note><p>Ὁ τόπος ὁ κοινὸς προσαγορευόμενος αὔξησιν ἔχει 6
τοῦ ὁμολογουμένου πράγματος ὡς τῶν ἀποδείξεων ἤδη
<note type="footnote">1 καὶ κατασκευῆς Pgζ; καὶ περὶ κατασκευῆς ἅμα Ph; om. Lb,
Prisc. 2 προκειμένου Dox. II 319, 3 353,10 W.; cf. Aphth.
4 falsa vel vera Prisc. | οὔτε κατασκευαστέον post 5 μύθους
Pg; om. Pζ 6 καὶ τὰς κατασκευὰς om. Dox. | τὰς om. Pg |
τῶν om. Phg 8 cf. Π. εὑρ. 256, 30 Sp. | δὲ codd.; igitur Prisc.
9 τοῦ — 10 καλουμένου (cf. l. 15) om. Prisc. 10 λεγομένου
Dox. 11 ναρκίσσου Pg 12 incredibile est Prisc. 18 cf.
Herod. 1, 24 | ἐόντα Pg | ἆσαι βουληθῆναι Pζ 14 τὸν— 10 ἦν
om. Lb 15 καὶ om. Pg 16 ἦν om. Pg | τῶ LbPζ: τὸ Ph;
τοῦ Pg | ἂν om. Pζ 17 ἀπόλλω Pζ | de Daphne cf. Aphth.
22 ὁ κοινὸς τόπος Pζ 22 [τοῦ]? cf. 25, 13; Theon II 106, 5 Sp.</note>

<pb n="12"/>
γεγενημένων· οὐ γὰρ ἔτι ζητοῦμεν, εἰ οὗτος ἱερόσυλος,
εἰ οὗτος ἀριστεύς, ἀλλʼ ὡς ἀποδεδειγμένου τὴν αὔξησιν
ποιούμεθα.</p><p>Λέγεται δὲ κοινὸς τόπος, διότι ἁρμόττει κατὰ παντὸς
μὲν ἱεροσύλου, ὑπὲρ παντὸς δὲ ἀριστέως.</p><lb n="5"/><p>Χρὴ δὲ οὕτως προάγειν· πρῶτα κατὰ τὴν ἐξέτασιν
τοῦ ἐναντίου, εἶτα αὐτὸ τὸ πρᾶγμα, εἶτα ἡ σύγκρισις,
εἶτα ἡ γνώμη, εἶτα στοχαστικῶς τὸν παρελθόντα βίον
ἀπὸ τοῦ παρόντος διαβαλεῖς, εἶτα ἐκβαλεῖς τὸν ἔλεον
<note type="marginal">30</note> τοῖς τελικοῖς κεφαλαίοις καλουμένοις καὶ ὑποτυπώσει <lb n="10"/>
τοῦ πράγματος· προοίμια γὰρ οὐκ ἔσται καθαρῶς ἐν
τόπῳ, ἀλλὰ μέχρι τούτου σωθήσεται, οἷον, ἵνʼ ἐπὶ παραδείγματος
γένηταί σοι φανερόν, ἔστω τόπος κατὰ ἱεροσύλου· <note type="marginal">10</note>
οὐκοῦν τὰ προοίμια οὐ τῇ ἐννοίᾳ ἀλλὰ τῷ
τύπῳ τοιάδε· πάντας μὲν προσήκει μισεῖν, ἄνδρες <lb n="15"/>
δικασταί, τοὺς κακούργους, μάλιστα δὲ ὅσοι περὶ τοὺς
θεοὺς τολμῶσιʼ, δεύτερον ῾ εἰ μὲν οὖν βούλεσθε τοὺς
ἄλλους πονηροὺς ποιεῖν, ἐατέον καὶ τοῦτον· εἰ δὲ μή,
κολαστέονʼ, τρίτον ῾ τῷ μὲν οὖν δοκεῖν ὁ κρινόμενος
κινδυνεύει μόνος, τῇ δὲ ἀληθείᾳ καὶ ὑμεῖς οἱ δικάζον <lb n="20"/>
τες· τὸ γὰρ περὶ τοὺς ὅρκους πλημμελῆσαι οὐκ οἶδα
<note type="footnote">1 εἰ οὗτος ἱερόσυλος om. Pζ 2 vel vir fortis Prisc. 5 δὲ
om. Pζ 6 προσάγειν Pg | πρῶτα LbPζ; om Phg, Prisc. 9 δια-
βάλλεις Phg | ἐκβάλλεις Ph 10 καλουμένοις κεφαλαίοις Lb |
ὑποτυπώσεις Phg 12 usque ad formulam quandam Prisc. (unde
Veesenmeyer ci. μέχρι του τύπου) | ἵνʼ om. Pg 13 γενήσεταί
Pg 14 οὐ om. Pζ Prisc.: principia igitur dicenda sunt usque
ad formulam hoc modo) 15 τόπω Lb | πάντα Pζ 16 ὅσα
Lb 17 οὖν om. Phg 17. 18 cf. Aesch. 1, 192 18 καὶ om.
Prisc.; post 17 βούλεσθε ponere mavult Spengel | τοῦτο Ph
20 ἡμεῖς Lb, Dox. II 381, 16 W. 21 contemptio enim iurisiyrandi
et fidei religionisque violatio nescio an minores debeat sacrilegio
poenas Prisc. | ὅρκους οὓς ὑμεῖς ὠμόσατε Dox. | τῆσδε τῆς
Dox. (Ld)</note>

<pb n="13"/>
εἰ φαυλοτέραν δίκην ἔχει τῆς παρανομίας᾿. εἶτα πρὶν
ἐλθεῖν ἐπʼ αὐτὸ τὸ πρᾶγμα, περὶ τοῦ ἐναντίου διαλεκτέον;
ὅτι ῾ οἱ νόμοι τῆς τῶν θεῶν θεραπείας προὐνοήσαντο,
βωμοὺς ἔστησαν, ἀναθήμασιν ἐκόσμησαν, θυσίαις
<lb n="5"/> ἐτίμησαν, πανηγύρεσι, προσόδοις᾿. εἶτα ἡ ἐπίκρισις <note type="marginal">31</note>
κατὰ τὴν ἐξέτασιν τῆς αἰτίας ῾ εἰκότως· τὸ μὲν <note type="marginal">32</note>
γὰρ τούτων εὐμενὲς διασῴζει τὰς πόλεις, εἰ δʼ ἑτέρως
ἔχοιεν, ἀνάγκη ταύτας διαφθείρεσθαι᾿. καὶ πρόβαινε
ἐπὶ τὸ προκείμενον ῾ τούτων οὕτως ἐχόντων οὗτος τί
<lb n="10"/> ἐτόλμησε;ʼ καὶ λέγε τὸ πεπραγμένον οὐχ ὡς διδάσκων
ἀλλʼ ὡς δεινοποιῶν, καὶ ὅτι ῾ ὅλῃ τῇ πόλει ἐλυμήνατο,
καὶ τοῖς κοινοῖς καὶ τοῖς ἰδίοις· καὶ δέος μέν, μὴ ἐπιλίπωσιν
οἱ καρποί, δέος δέ, μὴ τῶν πολεμίων ἡττηθῶμενʼ
καὶ ὅσα τοιαῦτα. ἐξῆς ἐπὶ τὰς συγκρίσεις πρόιθι
<lb n="15"/> ὅτι ῾τῶν ἀνδροφόνων χαλεπώτερος, τὸ δὲ διάφορον
ἐκ τῶν πεπονθότων· οἳ μὲν εἰς ἀνθρώπους ἐτόλμησαν,
ὃ δὲ εἰς θεοὺς παρῴνησε. τοῖς τυράννοις οὗτος παραπλήσιος, <note type="marginal">33</note>
κἀκείνοις οὐ πᾶσιν, ἀλλὰ τοῖς χαλεπωτάτοις·
ἐκείνων γὰρ τοῦτʼ εἶναι δοκεῖ τὸ δεινότατον, ὅτι τῶν
<lb n="20"/> ἀναθημάτων ἅπτονται᾿. τὰς δὲ πρὸς τὸ ἔλαττον συγκρίσεις
κατʼ ἐπιτίμησιν εἰσάξεις, ἐπειδήπερ εἰσὶ καθαιρετικαί·
῾οὐ δεινὸν τὸν μὲν κλέπτην διδόναι δίκην,
τὸν δὲ ἱερόσυλον μή;᾿ ἔξεστι δέ σοι καὶ τὸν ἄλλον
<note type="marginal">11</note> βίον ἐκ τοῦ παρόντος διαβαλεῖν, ὡς ἀπὸ μικρῶν ἀρξάμενος
<lb n="15"/> ἐπὶ τοῦτο προὔβη τελευταῖον· ὥσθʼ ὁμοῦ καὶ
<note type="footnote">3 προνοήσαντες Dox. II 383, 7 W. 4 ἔστησαν καὶ Dox. |
οὐσίαις LbPζ 5 ἡ om. Pgζ 9. 10 οὑτοσὶ ἐτόλμησε Pg 11 καὶ
om. Prisc. 12 δέον Pg | ἐπιλείπωσιν Ph 13 δέον Pg; δέοι
Ph 16 ἀνθρώπους LbPζ, cf. Dox. II 381,14 W.; ἄνον Phg
17 οἱ δὲ εἰς θεούς· Pg 17. 18 παραπλησίως Pg 19 ὅτε Ph
20 ἅπτωνται Ph 22 cf. Theon II 108,11 Sp. 23 δέ οἱ Pg
24 διαβάλλειν Phg | cf. Theon II 108, 17 sq. Sp.</note>

<pb n="14"/>
κλέπτην ἔχετε καὶ τοιχωρύχον καὶ μοιχόνʼ. ἐξετάσεις
<note type="marginal">34</note> δὲ καὶ τὴν γνώμην, ἀφʼ ἧς ἦλθεν ἐπὶ τοῦτο, ὅτι ῾ μὴ
βουλόμενος γεωργεῖν ἀπὸ τοιούτων πλουτεῖν ἐθέλει᾿.
εἰ δὲ λέγοις κατὰ ἀνδροφόνου, καὶ τὰ παρακολουθοῦντα
῾γυνὴ ἐν χηρείᾳ, παῖδες ὀρφανοί ᾿. χρῶ δὲ καὶ τῇ ἐκβολῇ <lb n="5"/>
τοῦ ἐλέου· ἐκβαλεῖς δὲ τὸν ἔλεον τοῖς τελικοῖς
καλουμένοις κεφαλαίοις, τῷ νομίμῳ, τῷ δικαίῳ, τῷ
συμφέροντι, τῷ δυνατῷ, τῷ πρέποντι, καὶ ὑπογραφῇ
τοῦ ἀδικήματος ῾ μή μοι τὸν νῦν δακρύοντα θεωρεῖτε,
ἀλλʼ ἐκεῖνον τὸν καταφρονοῦντα τῶν θεῶν, τὸν προσιόντα <lb n="10"/>
τοῖς ἀνακτόροις, τὸν ἀνασπῶντα τὰς θύρας, τὸν
τῶν ἀναθημάτων ἁπτόμενον᾿. καὶ τελεύτα εἰς παράκλησιν
῾τί μέλλετε; τί βουλεύεσθε περὶ οὗ πάλαι κέκριται;ʼ
— Ταῦτα ὡς ἐν τῷ παρόντι· τὴν δὲ τελεωτέραν
μέθοδον ὕστερον εἴσῃ.</p><lb n="15"/></div></div></body></text></TEI>