<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0592.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="3"><head>Περὶ χρείας.</head><p>3 Χρεία ἐστὶν ἀπομνημόνευμα λόγου τινὸς ἢ πράξεως
ἢ συναμφοτέρου σύντομον ἔχον δήλωσιν, ὡς ἐπὶ τὸ <lb n="5"/>
πλεῖστον χρησίμου τινὸς ἕνεκα.</p><p>Τῶν δὲ χρειῶν αἳ μέν εἰσι λογικαί, αἳ δὲ πρακτικαί,
αἳ δὲ μικταί· λογικαὶ μέν, αἷς λόγος ἔνεστι μόνον, οἷον
Πλάτων ἔφησε τὰς Μούσας ἐν ταῖς ψυχαῖς τῶν εὐφυῶν <lb n="9"/>
οἰκεῖνʼ· πρακτικαὶ δέ, ἐν αἷς πρᾶξις μόνον, οἶον <note type="marginal">6</note>
῾Διογένης ἰδὼν μειράκιον ἀτακτοῦν τὸν παιδαγωγὸν
<note type="marginal">20</note> ἐτύπτησεʼ. μικταὶ δὲ αἰ μῖξιν ἔχουσαι λόγου καὶ πράξεως,
οἶον ῾ Διογένης ἰδὼν μειράκιον ἀτακτοῦν τὸν παιδαγωγὸν
ἐτύπτησε λέγων· τί γὰρ τοιαῦτα ἐπαίδευες;᾿</p><p>Διαφέρει δὲ χρεία ἀπομνημονεύματος μάλιστα τῷ <lb n="15"/>
<note type="marginal">21</note> μέτρῳ· τὰ μὲν γὰρ ἀπομνημονεύματα καὶ διὰ μακροτέρων
ἂν γένοιτο, τὴν δὲ χρείαν σύντομον εἶναι δεῖ.
γνώμης δὲ διαφέρει τῷ τὴν μὲν ἐν ἀποφάνσει ψιλῇ
<note type="footnote">1 ἁρμόζει Lb; om. Dox. 2 παθητικὸν γάρ om. Dox.; at
cf. Anon. I 2 p. 377, 1 Sp. -H. | ῾ omittitur … συγκριτικόν᾿ Ward;
Nic. plura praebet: τῇ δὲ κατὰ τὸ συγκριτικὸν 〈sc. ἀπαγγελίᾳ〉
ὅπου ὁ καιρὸς δέδωκε (δίδωσι P W II 581, 6; cf. W I 129, 15.
Max. II 14,14 W.)· πανταχοῦ (πολλαχοῦ On) γὰρ καὶ ἐν ἅπασι
τοῖς τῆς ῥητορικῆς εἴδεσι καὶ τοῖς τοῦ πολιτικοῦ λόγου (εἴδεσι —
λόγου om. On) μέρεσι τῆς ἐργασίας δεόμεθα (μέρεσιν αὐτῷ χρώ-
μεθα P. W I 129. W II 14) 4 τινὸς om. Pζ 5 ἢ τὸ συν-
αμφότερον Dox. 9 ἔφη Pφ ; dicebat Prisc. 10 ἐν om. ϛ |
πρᾶξις T (cf. Heren), cf. Prisc.; πρᾶξιν Pζ: πράξεις LbPhg
14 λέγων LbPζ; εἰπών Phg; ἐπειπὼν Loban. IV 862 R., (v. l. εἰ-
πὼν) Aphth. παιδεύεις Aphth., (mg. ἐπίτηδες) Lb 16 τὰ
μὲν γὰρ LbPζ; τῶ τὰ μὲν Phg 17 εἰδέναι δεῖ Pg | post δεῖ
addit Pζ ex Theone II 97, 5. 6 Sp. (om. LbPhg, Prisc.!): ἔτι δὲ
ὅτι ἡ μὲν ἀναφέρεται εἴς τινα πρόσωπα, τὸ δὲ ἀπομνημόνευμα
καὶ καθʼ αὐτὸ μνημονεύεται 18 ἀποφάσει LbPhg | ψιλὴν Pζ</note>

<pb n="7"/>
λέγεσθαι, τὴν δὲ χρείαν πολλάκις <add cause="omitted">καὶ</add> κατὰ ἐρώτησιν
καὶ κατὰ ἀπόκρισιν· καὶ πάλιν τῷ τὴν μὲν χρείαν καὶ
ἐν πράξεσιν εἶναι, τὴν δὲ γνώμην ἐν λόγοις μόνον·
καὶ πάλιν τῷ τὴν μὲν χρείαν τὸ πεποιηκὸς πρόσωπον
<lb n="5"/> ἔχειν ἢ εἰρηκός, τὴν δὲ γνώμην ἄνευ προσώπου
λέγεαθαι.</p><p>Λέγεται δὲ περὶ διαφορᾶς χρειῶν πλεῖστα παρὰ τοῖς
παλαιοῖς, ὅτι αἳ μὲν αὐτῶν εἰσιν ἀποφαντικαί, αἳ δὲ
ἐρωτηματικαί, αἳ δὲ πυσματικαί.</p><lb n="10"/><p>Ἀλλὰ νῦν ἐπὶ τὸ συνέχον χωρῶμεν, τοῦτο δέ ἐστιν
ἡ ἐργασία. ἐργασία τοίνυν οὕτως ἔστω. πρῶτον ἐγκώμιον
διὰ βραχέων τοῦ εἰπόντος ἢ πράξαντος, εἶτα αὐτῆς <note type="marginal">22</note>
τῆς χρείας παράφρασις, εἶτα ἡ αἰτία, οἷον ῾Ἰσοκράτης
ἔφησε τῆς παιδείας τὴν μὲν ῥίζαν εἶναι πικρὰν
<lb n="15"/> τὸν δὲ καρπὸν γλυκύνʼ. ἔπαινος ῾ Ἰσκράτης σοφὸς ἦν᾿ ,
καὶ πλατυνεῖς ἡρέμα τὸ χωρίον. εἶθʼ ἡ χρεία ῾ εἶπε
τόδε᾿, καὶ οὐ θήσεις αὐτὴν ψιλὴν ἀλλὰ πλατύνων τὴν
ἑρμηνείαν. εἶτα ἡ αἰτία ῾ τὰ γὰρ μέγιστα τῶν πραγμάτων
ἐκ πόνων φιλεῖ κατορθοῦσθαι, κατορθωθέντα δὲ
<lb n="20"/> τὴν ἡδονὴν φέρει᾿. εἶτα κατὰ τὸ ἐναντίον ῾ τὰ μὲν γὰρ
τυχόντα τῶν πραγμάτων οὐ δεῖται πόνων καὶ τὸ τέλος
<note type="footnote">1 πολλάκις LbPhgζ; ἐν λόγῳ Dox. II 305, 9 W. (Wc Vδ) | καὶ
addit Dox. (Wc Vδ), cf. Prisc. 2 κατὰ om. Sc, Dox, cf. Sard. |
τῷ om. Pζ | καὶ om. Lb | καὶ ἐν — 4 χρείαν om. Pg 3 in actu
Prisc. 4 μὲν om. Pζ | τὸ πεποιηκὸς πρόσωπον ἔχει ἢ εἰρηκὸς
Pζ, (τὸ om.; ἔχειν) Lb; τὸ πρόσωπον τὸ πεποιηκὸς εἰρηκέναι
Phg; quoniam usus habet omnimodo personam, quae fecit vel
dixit Prisc. 7 cf. Theon II 97 Sp. 8 ἀποφατικαί Phg
10. 11 hoc est ad operationem et ordinationem ad usus pertinen-
tium capitulorum Prisc. 11 ἐργασία δὲ ἔστω . . τοιαύτη Dox.
II 275, 23 W. 12 βραχέος Lb 13 fort. post αἰτία cetera ca-
pita (20. 8, 2. 7) enumerata erant 14 ἔφη Aphth., Dox., Nic.;
dicebat Prisc. 16 πλατύνεις Phgζ; producis vel producens
Prisc. | εἶτα καὶ ἡ Dox. 17 πλατύνεις Pg</note>

<pb n="8"/>
ἀηδέστατον ἔχει, τὰ σπουδαῖα δὲ τοὐναντίον᾿. εἶτα ἐπ
παραβολῆς ῾ ὥσπερ γὰρ τοὺς γεωργούς δεῖ πονήσαντας
<note type="marginal">23</note> περὶ τὴν γῆν κομίζεσθαι τοὺς καρπούς, οὕτω καὶ περὶ
τοὺς λόγους᾿. εἶτα ἐκ παραδείγματος ῾Δημοσθένης <note type="marginal">7</note>
καθείρξας ἑαυτὸν ἐν οἰκήματι καὶ πολλὰ μοχθήσας <lb n="5"/>
ὕστερον ἐκομίζετο τοὺς καρπούς, στεφάνους καὶ ἀναρρήσεις᾿.
ἔστι δὲ καὶ ἐκ κρίσεως ἐπιχειρῆσαι, οἷον
῾Ἡσίοδος μὲν γὰρ ἔφη
<lg><l>τῶς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν,</l></lg>
ἄλλος δὲ ποιητής φησι <lb n="10"/>
<lg><l>τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τἀγάθ᾿ οἱ θεοί.᾿</l></lg>
ἐν δὲ τῷ τέλει παράκλησιν προσθήσεις, ὅτι χρὴ πείθεσθαι
τῷ εἰρηκότι ἢ πεποιηκότι. — Τοσαῦτα πρὸς τὸ
παρόν· τὴν δὲ τελεωτέραν διδασκαλίαν ὕστερον εἴσῃ.</p></div><div type="textpart" subtype="section" n="4"><note type="marginal">24</note><head>Περὶ γνώμης.</head><lb n="15"/><p>4 Γνώμη ἐστὶ λόγος κεφαλαιώδης ἐν ἀποφάνσει καθολικῇ
ἀποτρέπων τι ἢ προτρέπων ἐπί τι ἢ ὁποῖον ἕκαστόν
ἐστι δηλῶν· ἀποτρέπων μὲν ὡς ἐν ἐκείνῳ
<lg><l>«οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα»,</l></lg>
προτρέπων δὲ ὡς ἐν ἐκείνῳ <lb n="20"/>
<lg><l>«χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον</l><l>ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατʼ ἠλιβάτων»·</l></lg>
<note type="marginal">25</note> ἢ τούτων μὲν οὐδέτερον ποιεῖ, ἀποφαίνεται δὲ περὶ
<note type="footnote">1 ἀηδέστερον Pg | δὲ σπουδαῖα Phg 5 ἐν om. Pζ | καὶ om.
Pζ e cf. Dem. 18, 58 7 ἐπιχείρημα Pg 9 Hes. Op. 289 | μὲν
(pro δʼ) Pζ 11 Epicharm. fr. 287 Kaibel | ἅκαντα τʼ ἀγαθὰ
Phg, (τὰ ἀγ.) LbPζ 13 cf. 14, 14 | τοσαῦτα — 14 εἴσῃ om. Prisc
16 cf. Arist. Rhet. B 21. 1394 a 22 | ἀποφάνσει Dox. II 287, 30 W.;
ἀποφάσει LbPhgζ 17 pr. ἢ LbPhg; καὶ Pζ 17. 18 ἔστιν
ἕκαστον Pζ 18 δηλῶν om. Phg 19 Hom. B 24 21 Theogn.
175 | οὐ χρὴ Ph 23 οὐδέποτέ τι ποιεῖ Pg</note>

<pb n="9"/>
τῆς τοῦ πράγματος φύσεως, οἷον «τὸ γὰρ εὖ πράττειν
παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις
γίνεται».</p><p>Ἔτι δὲ τῶν γνωμῶν αἳ μέν εἰσιν ἀληθεῖς, αἳ δὲ
<lb n="5"/> πιθαναί, αἳ δὲ ἀπλαῖ, αἳ δὲ συνεζευγμέναι, αἳ δὲ ὑπερβολικαί·
ἀληθεῖς μὲν οἷον
<lg><l>«οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενί»,</l></lg>
πιθαναὶ δὲ οἷον
<lg><l>«ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,</l><lb n="10"/><l>Lοὐπώποτʼ ἠρώτησα, γινώσκων ὅτι</l><l>τοιοῦτός ἐστιν, οἷσπερ ἥδεται ξυνών»,</l></lg>
ἀπλαῖ δὲ οἷον
<lg><note type="marginal">8</note><l>«δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν»,</l></lg>
συνεζευγμέναι δὲ οἷον
<lg><lb n="15"/><l>«οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω»,</l></lg>
ὑπερβολικαὶ δὲ οἷον
<lg><l>«οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο»,</l></lg></p><p>Ἡ δὲ ἐργασία παραπλησία τῆς χρείας, πρόεισι γὰρ <note type="marginal">26</note>
τοῖσδε· ἐγκωμίῳ τοῦ εἰρηκότος βραχεῖ, καθάπερ ἐν
<note type="footnote">1 Dem 1, 23 | cf. Π. εὑρ. 241, 20 Sp. 4 δὲ LbPζ; om. Phg,
Prisc. 7 Menandri fr. 411, III p. 120 Kock | οὐδενὶ LbPg,
Aphth., Nic., Sard.; οὐδενός Phζ (cf. Prisc. vita hominis); ἐν οὐ-
δενί Pφ Nb; om. Sc 8 οἷον om. Lb 9 Eurip. fr. 812 N.2 |
ἀνὴρ LbPζ, Nic., Sard.; ξυνὼν Phg 11 ἐστιν ἕκαστος οἷσπερ
ς, Aphth., Sard., Dox. ἥδεται Pζ (de hac ῾ v. l.᾿ in Aphthonii
codd.: Dox. II 302, 18 W.) 13 Menandri fr. 19, III p.9 Kock
14 δὲ om. Prisc. 15 Hom. B 204 | εἷς βασιλεύς add. Lb; om.
Phgζ, Prisc, Aphth. (praeter Ld); cf. Sard.: . . μία μέν ἐστιν ἡ
λέγουσα «οὐκ ἀγαθὸν πολυκοιρανίη», εἶτα ἑτέρα «εῖς κοίρανος
ἔστω», εἶτα ἄλλη «εἷς βασιλεύς», 16 ὑπερβολικὸν Pζ | δὲ Pgζ;
om. LbPh, Prisc. 17 Hom. σ 130 18 ⌊τῆς⌉ς Pζ; τῇ τῆς Spengel;
cf. Prisc. meditationi usus | γὰρ LbPζ, Prisc.; om. Phg 19 ἐγ-
κώμια . . βραχέα Phg | ἐν om. Ph</note>

<pb n="10"/>
χρείᾳ, κατὰ τὸ ἀπλοῦν, κατὰ τὴν αἰτίαν, κατὰ τὸ ἐναντίον,
κατὰ τὸ ἐνθύμημα, κατὰ παραβολήν, κατὰ παράδειγμα,
κατὰ κρίσιν. ἔστω δὲ ἡ γνώμη ὡς ἐν
παραδείγματι
<lg><l>«οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα».</l><lb n="5"/></lg>
οὐκοῦν ἐπαινέσεις διὰ βραχέων τὸν εἰρηκότα. εἶτα κατὰ
τὸ ἀπλοῦν, τοῦτο δʼ ἔστι τὸ παραφράσαι τὴν γνώμην,
οἷον ῾ διʼ ὅλης νυκτὸς οὐ προσήκει ἄνδρα ἐν βουλαῖς ἐξεταζόμενον
καθεύδειν᾿. κατὰ τὴν σἰτίαν ῾ δεῖ μὲν γὰρ
ἀεὶ διὰ φροντίδος εἶναι τὸν ἡγούμενον, ὕπνος δὲ βουλὴν <lb n="10"/>
<note type="marginal">27</note> ἀφαιρεῖται᾿. κατὰ τὸ ἐναντίον· ἐναντίον δʼ ἔστι
βασιλεῖ μὲν ἰδιώτης, τῷ δὲ ἐγρηγορέναι τὸ καθεύδειν·
πῶς ἂν οὖν λαμβάνοιτο; ‘εἰ τὸν ἰδιώτην οὐδὲν δεινὸν
διʼ ὅλης νυκτὸς καθεύδειν, εὔδηλον, ὡς τὸν βασιλέα
προσῆκον ἀγρυπνοῦντα φροντίζειν.᾿ κατὰ παραβολὴν <lb n="15"/>
‘ὥσπερ γὰρ οἱ κυβερνῆται ἐγρηγορότες ὑπὲρ τῆς κοινῆς
διατελοῦσι σωτηρίας, οὕτω προσήκει καὶ τοὺς ἡγεμόνας’.
κατὰ παράδειγμα καὶ γὰρ Ἕκτωρ νυκτὸς οὐ
καθεύδων ἀλλὰ φροντίζων κατάσκοπον ἐπὶ τὰς ναῦς
ἔπεμπε Δόλωνα᾿. ὕστατος δέ ἐστι τόπος ὁ κατὰ κρίσιν. <lb n="20"/>
τὸ δὲ τέλος παράκλησιν ἐχέτω.</p><note type="footnote">2 κατὰ τὸ ἐνθύμημα om. Prisc.; deest l. 15; cf. Aphth. | τὸ
Pgζ; om. Lb Ph 3 a iudicio, a conclusione Prisc. | δὲ ἡ Pζ
5 Hom. B 24 e κατὰ Lb Pζ ; om. Phg 7 ἐστὶ Lb Ph; ἔσται
Pζ; ἐπὶ Pg; est enim Prisc. | τῶ Pg 8. 9 virum in summa po-
testate multis praesidentem Prisc. 10 αἰεὶ Pg | ἰέναι Spengel
12 (μὲν om.) ἰδιώτας Pζ 12 τὸ (pro τῷ) Ph 13 〈κατὰ τὸ
ἐνθύμημα〉 πῶς Ward 14 ὅλης τῆς Phg 15 προσῆκεν Pgζ
18 Hom. K 299 sq. 20 ὕστερός (om. δέ) Phg</note></div></div></body></text></TEI>