οὐδ᾿ ἔστιν ὅντινα κίνδυνον ἔφυγον αἰσχρὸν ἡγησάμενος, ἐν ᾧ μέλλοιμι τοὺς πολεμίους κακόν τι δράσειν· οὐδ᾿ εἰ μὲν ὄψεσθαί μέ τινες ἔμελλον, γλιχόμενος ἂν τοῦ δοκεῖν ἐτόλμων· ἀλλ᾿ εἴτε δοῦλος εἴτε πτωχὸς καὶ μαστιγίας ὢν μέλλοιμι τοὺς πολεμίους κακόν τι δράσειν, ἐπεχείρουν ἄν, καὶ εἰ μηδεὶς ὁρῴη. οὐ γὰρ δοκεῖν ὁ πόλεμος ἀλλὰ δρᾶν ἀεὶ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ φιλεῖ τι. οὐδὲ ὅπλα ἐστί μοι τεταγμένα, ἐν οἷς προκαλοῦμαι τοὺς πολεμίους μάχεσθαι, ἀλλ᾿ ὅντινα ἐθέλει τις τρόπον, καὶ πρὸς ἕνα καὶ πρὸς πολλοὺς ἕτοιμός εἰμ᾿ ἀεί. οὐδ᾿ ἡνίκ᾿ ἂν κάμνω μαχόμενος, ὥσπερ σύ, τὰ ὅπλα ἑτέροις παραδίδωμι, ἀλλ᾿ ὁπόταν ἀναπαύωνται οἱ πολέμιοι, τότε αὐτοῖς τῆς νυκτὸς ἐπιτίθεμαι, ἔχων τοιαῦτα ὅπλα ἃ ἐκείνους βλάψει μάλιστα. καὶ οὐδὲ νὺξ πώποτέ με ἀφείλετο, ὥσπερ σὲ πολλάκις μαχόμενον ἄσμενον πέπαυκεν· ἀλλ᾿ ἡνίκα ἂν ῥέγχῃς σύ, τηνικαῦτα ἐγὼ σῴζω σέ, καὶ τοὺς πολεμίους ἀεὶ κακόν τι ποιῶ, ἔχων τὰ δουλοπρεπῆ ταῦτα ὅπλα καὶ τὰ ῥάκη καὶ τὰς μάστιγας, δι᾿ ἃς σὺ ἀσφαλῶς καθεύδεις.