σὺ δὲ ὥσπερ οἱ παῖδες χαίρεις ὅτι σέ φασιν οἵδε ἀνδρεῖον εἶναι· ἐγὼ δὲ δειλότατόν γε ἁπάντων τε καὶ δεδιότα τὸν θάνατον μάλιστα· ὅστις γε πρῶτον ὅπλα ἔχεις ἄρρηκτα καὶ ἄτρωτα, δι᾿ ἅπερ σέ φασιν ἄτρωτον εἶναι. καίτοι τί ἂν δράσαις, εἴ τις σοὶ τῶν πολεμίων τοιαῦτα ὅπλα ἔχων προσέλθοι; ἦ που καλόν τι καὶ θαυμαστὸν ἂν εἴη, εἰ μηδέτερος ὑμῶν μηδὲν δρᾶσαι δύναιτο. ἔπειτα οἴει τι διαφέρειν τοιαῦτα ὅπλα ἔχειν ἢ ἐντὸς τείχους καθῆσθαι; καὶ σοὶ μόνῳ δὴ τεῖχος οὐχ ἔστιν, ὡς σὺ φής· μόνος μὲν οὖν σύ γε ἑπταβόειον περιέρχῃ τεῖχος προβαλλόμενος ἑαυτοῦ· ἐγὼ δὲ ἄοπλος οὐ πρὸς τὰ τείχη τῶν πολεμίων ἀλλ᾿ εἰς αὐτὰ εἰσέρχομαι τὰ τείχη, καὶ τῶν πολεμίων τοὺς προφύλακας ἐγρηγορότας αὐτοῖς ὅπλοισιν αἱρῶ, καὶ εἰμὶ στρατηγὸς καὶ φύλαξ καὶ σοῦ καὶ τῶν ἄλλων ἁπάντων, καὶ οἶδα τά τ᾿ ἐνθάδε καὶ τὰ ἐν τοῖς πολεμίοις, οὐχὶ πέμπων κατασκεψόμενον ἄλλον, ἀλλ᾿ αὐτὸς ἰών · ὥσπερ δὲ οἱ κυβερνῆται τὴν νύκτα καὶ τὴν ἡμέραν σκοποῦσιν ὅπως σώσουσι τοὺς ναύτας, οὕτω δὲ καὶ ἔγωγε καὶ σὲ καὶ τοὺς ἄλλους ἅπαντας σῴζω.