Καὶ ἐμοὶ μέν, ὅτι τοὺς πολεμίους κακῶς ἐποίησα, δειλίαν ὀνειδίζεις· σὺ δὲ ὅτι φανερῶς ἐμόχθεις καὶ μάτην, ἠλίθιος ἦσθα. ἢ ὅτι μετὰ πάντων τοῦτο ἔδρασας, οἴει βελτίων εἶναι; ἔπειτα περὶ ἀρετῆς πρὸς ἐμὲ λέγεις; ὃς πρῶτον μὲν οὐκ οἶσθα οὐδ᾿ ὅπως ἔδει μάχεσθαι, ἀλλ᾿ ὥσπερ ὗς ἄγριος ὀργῇ φερόμενος τάχ᾿ ἄν ποτε ἀποκτενεῖς σεαυτὸν κακῶς περιπεσὼν τῷ ξίφει . οὐκ οἶσθα ὅτι τὸν ἄνδρα τὸν ἀγαθὸν οὔθ᾿ ὑφ᾿ αὑτοῦ χρὴ οὔθ᾿ ὑφ᾿ ἑτέρου οὔθ᾿ ὑπὸ τῶν πολεμίων κακὸν οὐδ᾿ ὁτιοῦν πάσχειν; σὺ δὲ ὥσπερ οἱ παῖδες χαίρεις ὅτι σέ φασιν οἵδε ἀνδρεῖον εἶναι· ἐγὼ δὲ δειλότατόν γε ἁπάντων τε καὶ δεδιότα τὸν θάνατον μάλιστα· ὅστις γε πρῶτον ὅπλα ἔχεις ἄρρηκτα καὶ ἄτρωτα, δι᾿ ἅπερ σέ φασιν ἄτρωτον εἶναι. καίτοι τί ἂν δράσαις, εἴ τις σοὶ τῶν πολεμίων τοιαῦτα ὅπλα ἔχων προσέλθοι; ἦ που καλόν τι καὶ θαυμαστὸν ἂν εἴη, εἰ μηδέτερος ὑμῶν μηδὲν δρᾶσαι δύναιτο. ἔπειτα οἴει τι διαφέρειν τοιαῦτα ὅπλα ἔχειν ἢ ἐντὸς τείχους καθῆσθαι; καὶ σοὶ μόνῳ δὴ τεῖχος οὐχ ἔστιν, ὡς σὺ φής· μόνος μὲν οὖν σύ γε ἑπταβόειον περιέρχῃ τεῖχος προβαλλόμενος ἑαυτοῦ· ἐγὼ δὲ ἄοπλος οὐ πρὸς τὰ τείχη τῶν πολεμίων ἀλλ᾿ εἰς αὐτὰ εἰσέρχομαι τὰ τείχη, καὶ τῶν πολεμίων τοὺς προφύλακας ἐγρηγορότας αὐτοῖς ὅπλοισιν αἱρῶ, καὶ εἰμὶ στρατηγὸς καὶ φύλαξ καὶ σοῦ καὶ τῶν ἄλλων ἁπάντων, καὶ οἶδα τά τ᾿ ἐνθάδε καὶ τὰ ἐν τοῖς πολεμίοις, οὐχὶ πέμπων κατασκεψόμενον ἄλλον, ἀλλ᾿ αὐτὸς ἰών · ὥσπερ δὲ οἱ κυβερνῆται τὴν νύκτα καὶ τὴν ἡμέραν σκοποῦσιν ὅπως σώσουσι τοὺς ναύτας, οὕτω δὲ καὶ ἔγωγε καὶ σὲ καὶ τοὺς ἄλλους ἅπαντας σῴζω. οὐδ᾿ ἔστιν ὅντινα κίνδυνον ἔφυγον αἰσχρὸν ἡγησάμενος, ἐν ᾧ μέλλοιμι τοὺς πολεμίους κακόν τι δράσειν· οὐδ᾿ εἰ μὲν ὄψεσθαί μέ τινες ἔμελλον, γλιχόμενος ἂν τοῦ δοκεῖν ἐτόλμων· ἀλλ᾿ εἴτε δοῦλος εἴτε πτωχὸς καὶ μαστιγίας ὢν μέλλοιμι τοὺς πολεμίους κακόν τι δράσειν, ἐπεχείρουν ἄν, καὶ εἰ μηδεὶς ὁρῴη. οὐ γὰρ δοκεῖν ὁ πόλεμος ἀλλὰ δρᾶν ἀεὶ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ φιλεῖ τι. οὐδὲ ὅπλα ἐστί μοι τεταγμένα, ἐν οἷς προκαλοῦμαι τοὺς πολεμίους μάχεσθαι, ἀλλ᾿ ὅντινα ἐθέλει τις τρόπον, καὶ πρὸς ἕνα καὶ πρὸς πολλοὺς ἕτοιμός εἰμ᾿ ἀεί. οὐδ᾿ ἡνίκ᾿ ἂν κάμνω μαχόμενος, ὥσπερ σύ, τὰ ὅπλα ἑτέροις παραδίδωμι, ἀλλ᾿ ὁπόταν ἀναπαύωνται οἱ πολέμιοι, τότε αὐτοῖς τῆς νυκτὸς ἐπιτίθεμαι, ἔχων τοιαῦτα ὅπλα ἃ ἐκείνους βλάψει μάλιστα. καὶ οὐδὲ νὺξ πώποτέ με ἀφείλετο, ὥσπερ σὲ πολλάκις μαχόμενον ἄσμενον πέπαυκεν· ἀλλ᾿ ἡνίκα ἂν ῥέγχῃς σύ, τηνικαῦτα ἐγὼ σῴζω σέ, καὶ τοὺς πολεμίους ἀεὶ κακόν τι ποιῶ, ἔχων τὰ δουλοπρεπῆ ταῦτα ὅπλα καὶ τὰ ῥάκη καὶ τὰς μάστιγας, δι᾿ ἃς σὺ ἀσφαλῶς καθεύδεις.