κἀγὼ μὲν οὐκ ὀνειδίζω σοι τὴν ἀμαθίαν· ἄκων γὰρ αὐτὸ καὶ σὺ καὶ οἱ ἄλλοι πεπόνθασιν ἅπαντες· ἀλλ᾿ ὅτι διὰ τὰ ὀνείδη τὰ ἐμὰ σῳζόμενος οὐχ οἷός τε εἶ πείθεσθαι, ἀλλὰ καὶ προσαπειλεῖς ὡς κακὸν δράσων τι τούσδε, ἐὰν ἐμοὶ τὰ ὅπλα ψηφίσωνται. καὶ πολλάκις γε ἀπειλήσεις καὶ πολλά, πρὶν καὶ σμικρόν τι ἐργάσασθαι· ἀλλ᾿ εἴπερ ἐκ τῶν εἰκότων τι χρὴ τεκμαίρεσθαι, ὑπὸ τῆς κακῆς ὀργῆς οἴομαί σε κακόν τι σαυτὸν ἐργάσεσθαι. Καὶ ἐμοὶ μέν, ὅτι τοὺς πολεμίους κακῶς ἐποίησα, δειλίαν ὀνειδίζεις· σὺ δὲ ὅτι φανερῶς ἐμόχθεις καὶ μάτην, ἠλίθιος ἦσθα. ἢ ὅτι μετὰ πάντων τοῦτο ἔδρασας, οἴει βελτίων εἶναι; ἔπειτα περὶ ἀρετῆς πρὸς ἐμὲ λέγεις; ὃς πρῶτον μὲν οὐκ οἶσθα οὐδ᾿ ὅπως ἔδει μάχεσθαι, ἀλλ᾿ ὥσπερ ὗς ἄγριος ὀργῇ φερόμενος τάχ᾿ ἄν ποτε ἀποκτενεῖς σεαυτὸν κακῶς περιπεσὼν τῷ ξίφει . οὐκ οἶσθα ὅτι τὸν ἄνδρα τὸν ἀγαθὸν οὔθ᾿ ὑφ᾿ αὑτοῦ χρὴ οὔθ᾿ ὑφ᾿ ἑτέρου οὔθ᾿ ὑπὸ τῶν πολεμίων κακὸν οὐδ᾿ ὁτιοῦν πάσχειν;