ταῦτα δ᾿ ἐν τοῖς ἐμοῖς κινδύνοις ἐνῆν ἅπαντα. ὅπου γὰρ ἦν κεχρημένον ἀνάλωτον εἶναι τὴν Τροίαν, εἰ μὴ πρότερον τὸ ἄγαλμα τῆς θεοῦ λάβοιμεν τὸ κλαπὲν παρ᾿ ἡμῶν, τίς ἐστιν ὁ κομίσας δεῦρο τὸ ἄγαλμα ἄλλος ἢ ἐγώ; ὃν σύ γε ἱεροσυλίας κρίνεις. σὺ γὰρ οὐδὲν οἶσθας, ὅστις τὸν ἄνδρα τὸν ἀνασώσαντα τὸ ἄγαλμα τῆς θεοῦ, ἀλλ᾿ οὐ τὸν ὑφελόμενον παρ᾿ ἡμῶν Ἀλέξανδρον, ἀποκαλεῖς ἱερόσυλον. καὶ τὴν Τροίαν μὲν ἁλῶναι ἅπαντες εὔχεσθε, ἐμὲ δὲ τὸν ἐξευρόντα ὅπως ἔσται τοῦτο ἀποκαλεῖς ἱερόσυλον; καίτοι εἴπερ καλόν γε ἦν ἑλεῖν τὸ Ἴλιον, καλὸν καὶ τὸ εὑρεῖν τὸ τούτου αἴτιον. καὶ οἱ μὲν ἄλλοι χάριν ἔχουσι, σὺ δὲ καὶ ὀνειδίζεις ἐμοί· ὑπὸ γὰρ ἀμαθίας ὧν εὖ πέπονθας οὐδὲν οἶσθα. κἀγὼ μὲν οὐκ ὀνειδίζω σοι τὴν ἀμαθίαν· ἄκων γὰρ αὐτὸ καὶ σὺ καὶ οἱ ἄλλοι πεπόνθασιν ἅπαντες· ἀλλ᾿ ὅτι διὰ τὰ ὀνείδη τὰ ἐμὰ σῳζόμενος οὐχ οἷός τε εἶ πείθεσθαι, ἀλλὰ καὶ προσαπειλεῖς ὡς κακὸν δράσων τι τούσδε, ἐὰν ἐμοὶ τὰ ὅπλα ψηφίσωνται. καὶ πολλάκις γε ἀπειλήσεις καὶ πολλά, πρὶν καὶ σμικρόν τι ἐργάσασθαι· ἀλλ᾿ εἴπερ ἐκ τῶν εἰκότων τι χρὴ τεκμαίρεσθαι, ὑπὸ τῆς κακῆς ὀργῆς οἴομαί σε κακόν τι σαυτὸν ἐργάσεσθαι. Καὶ ἐμοὶ μέν, ὅτι τοὺς πολεμίους κακῶς ἐποίησα, δειλίαν ὀνειδίζεις· σὺ δὲ ὅτι φανερῶς ἐμόχθεις καὶ μάτην, ἠλίθιος ἦσθα. ἢ ὅτι μετὰ πάντων τοῦτο ἔδρασας, οἴει βελτίων εἶναι; ἔπειτα περὶ ἀρετῆς πρὸς ἐμὲ λέγεις; ὃς πρῶτον μὲν οὐκ οἶσθα οὐδ᾿ ὅπως ἔδει μάχεσθαι, ἀλλ᾿ ὥσπερ ὗς ἄγριος ὀργῇ φερόμενος τάχ᾿ ἄν ποτε ἀποκτενεῖς σεαυτὸν κακῶς περιπεσὼν τῷ ξίφει . οὐκ οἶσθα ὅτι τὸν ἄνδρα τὸν ἀγαθὸν οὔθ᾿ ὑφ᾿ αὑτοῦ χρὴ οὔθ᾿ ὑφ᾿ ἑτέρου οὔθ᾿ ὑπὸ τῶν πολεμίων κακὸν οὐδ᾿ ὁτιοῦν πάσχειν;