ταῦτα δ᾿ ἐν τοῖς ἐμοῖς κινδύνοις ἐνῆν ἅπαντα. ὅπου γὰρ ἦν κεχρημένον ἀνάλωτον εἶναι τὴν Τροίαν, εἰ μὴ πρότερον τὸ ἄγαλμα τῆς θεοῦ λάβοιμεν τὸ κλαπὲν παρ᾿ ἡμῶν, τίς ἐστιν ὁ κομίσας δεῦρο τὸ ἄγαλμα ἄλλος ἢ ἐγώ; ὃν σύ γε ἱεροσυλίας κρίνεις. σὺ γὰρ οὐδὲν οἶσθας, ὅστις τὸν ἄνδρα τὸν ἀνασώσαντα τὸ ἄγαλμα τῆς θεοῦ, ἀλλ᾿ οὐ τὸν ὑφελόμενον παρ᾿ ἡμῶν Ἀλέξανδρον, ἀποκαλεῖς ἱερόσυλον. καὶ τὴν Τροίαν μὲν ἁλῶναι ἅπαντες εὔχεσθε, ἐμὲ δὲ τὸν ἐξευρόντα ὅπως ἔσται τοῦτο ἀποκαλεῖς ἱερόσυλον; καίτοι εἴπερ καλόν γε ἦν ἑλεῖν τὸ Ἴλιον, καλὸν καὶ τὸ εὑρεῖν τὸ τούτου αἴτιον. καὶ οἱ μὲν ἄλλοι χάριν ἔχουσι, σὺ δὲ καὶ ὀνειδίζεις ἐμοί· ὑπὸ γὰρ ἀμαθίας ὧν εὖ πέπονθας οὐδὲν οἶσθα.