καὶ ὁ μέν σε ἐπιθυμεῖν ποιεῖ τῶν καλῶν, ἡ δὲ ἀποτρέπει. ἀνθρώπινον μὲν οὖν τι πέπονθας· διότι γὰρ ἰσχυρός, οἴει καὶ ἀνδρεῖος εἶναι, καὶ οὐκ οἶσθα ὅτι σοφίᾳ περὶ πόλεμον καὶ ἀνδρείᾳ οὐ ταὐτόν ἐστιν ἰσχῦσαι, ἀμαθία δὲ κακὸν μέγιστον τοῖς ἔχουσιν. οἶμαι δέ, ἄν ποτέ τις ἄρα σοφὸς ποιητὴς περὶ ἀρετῆς γένηται, ἐμὲ ποιήσει πολύτλαντα καὶ πολύμητιν καὶ πολυμήχανον καὶ πτολίπορθον καὶ μόνον τὴν Τροίαν ἑλόντα, σὲ δέ, ὡς ἐγᾦμαι, τὴν φύσιν ἀπεικάζων τοῖς τε νωθέσιν ὄνοις καὶ βουσὶ τοῖς φορβάσιν, ἄλλοις παρέχουσι δεσμεύειν καὶ ζευγνύναι αὑτούς.